Τοιοῦτος δὲ ὢν ὁ ἀνὴρ καὶ ἄγεσθαι ὅλως μὴ ἀνεχόμενος, ἀπὸ Νορμανίας ἀπάρας μετά τινων ἱππέων, πέντε δὲ ἦσαν ἱππεῖς καὶ πεζοὶ τριάκοντα οἱ πάντες, ἐξελθὼν τῆς πατρίδος περὶ τὰς ἀκρολοφίας καὶ τὰ ἄντρα καὶ C τὰ ὄρη τῆς Λογγιβαρδίας διέτριβε χειρὸς λῃστρικῆς κατάρχων καὶ καὶ τοῖς ὁδίταις ἐπιτιθέμενος ὅπου μὲν ἵππους, ὅπου δὲ καὶ πράγματα ἄλλα τινὰ καὶ ὅπλα προσεπικτώμενος. καὶ τὰ προοίμια τοῦ βίου τούτῳ αἱμάτων ἦσαν ἐκχύσεις καὶ ἀνδροφονίαι πολλαί. χρονοτριβῶν δὲ ἐν τοῖς μέρεσι τῆς Λογγιβαρδίας οὐκ ἔλαθε Γελίελμον τὸν Μασκαβέλην, ὃς κατ’ ἐκεῖνο καιροῦ μέρους μεγίστου τῶν παρακειμένων τῇ 8 ῾fortasse leg. ὀφθαλμοὺς Χάροπος καὶ πῦρ’ s: lacunam signavi 21 ἄρχεσθαι s 22 ἀνεχόμενος r: ἀνεσχόμενος F 27 ἄλλά τινα Α ἄλλά τα F Λογγιβαρδίᾳ ἡγεμὼν ἐτύγχανεν ὤν· ὅθεν τὰς εἰσόδους D δαψιλεῖς ἀν' ἔτος ἐλάμβανε κἀντεῦθεν δυνάμεις ἐπαγόμενος ἐπιφανὴς ἦν ἀρχηγός. μεμαθηκὼς δὲ περὶ τοῦ Ῥομπέρτου ὁποῖός ἐστι κατ᾿ ἄμφω, ψυχὴν καὶ σῶμά προσήκατο τε ἀβούλως τὸν ἄνδρα καὶ μίαν τῶν θυγατέρων τούτῳ κατηγγυήσατο. καὶ πληρώσας τὸ κῆδος, θαυμάσας αὐτὸν τῆς τε φύσεως καὶ τῆς περὶ τὰ στρατιωτικὰ ἐμπειρίας τὰ κατὰ γνώμην ηὐτύχησεν. καὶ γὰρ καὶ πόλιν καθαπερεί τι ἔδνον αὐτῷ ἐδεδώκει καὶ ἄλλα προσεπεφιλοτιμήσατο. ὁ δὲ περὶ αὐτὸν δύσνους γενόμενος καὶ ἐπανάστασιν κατ’ αὐτοῦ μελετήσας τὰ μὲν πρῶτα τὸν εὔνουν ὑπεκρίνετο καὶ τὰς δυνάμεις προσετίθει τριπλασιάσας (??). 25 μὲν τοὺς ἱππεῖς, εἰς δὲ διπλασίους τοὺς πεζοὺς ποιησάμενοσ. καὶ τοὐντεῦθεν ὑπέρρει τὰ τῆς εὐνοίας καὶ κατὰ μικρὸν παρεγυμνοῦτο ἡ κακοήθεια. καὶ οὐ διελίμπανε 24 προφάσεις καθ’ ἑκάστην σκανδάλων διδοὺς καὶ λαμβάνων καὶ τρόπους συνεχεῖς μηχανώμενος, ἀφ’ ὧν ἔριδές τε καὶ μάχαι καὶ πόλεμοι εἰώθασι τίκτεσθαι. ἐπεὶ δὲ ὁ ῥηθεὶς Γελίελμος ὁ Μασκαβέλης πλούτῳ καὶ δυνάμει πολὺ διέφερεν αὐτοῦ, ἀπογνοὺς ὁ Ῥομπέρτος τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μάχην βουλὴν βουλεύεται πονηράν. καὶ Β προβάλλεται μὲν τὴν εὔνοιαν καὶ τὸ μεταμέλον πλάττεται καὶ ὑπορύττει δόλον αὐτῷ δεινὸν καὶ δυσφώρατον, τάς τε πόλεις αὐτοῦ κατασχεῖν καὶ κύριος γενέσθαι τῶν προσόντων ἁπάντων τῷ Μασκαβέλῃ. καὶ πρῶτα μὲν τὰ πρὸς εἰρήνην ἐπερωτᾷ καὶ συνελθεῖν εἰς λόγους αὐτοπροσώπως διαπρεσβεύεται, ὁ δὲ τὴν πρὸς αὐτὸν εἰρήνην ἀσπάζεται φιλῶν τὴν θυγατέρα ἐξόχως καὶ συντίθεται τὴν ὁμιλίαν ἐς νέωτα. ὁ δὲ Ῥομπέρτος καταγγέλλει τόπον αὐτῷ, ἐν ᾧ συνελθόντας διαλεχθῆναι προσήκει καὶ τὰς πρὸς ἀλλήλους συνθέσθαι σπονδάς. ἀκρολοφίαι δὲ ἦσαν δύο ἐξ ἴσου τῆς πεδιάδος ἐξυπανέχουσαι κατὰ διάμετρον τὴν θέσιν λαχοῦσαι, τὸ δὲ 2 ἐλάμβανεν 9 ἄλλά τινα Α ἄλλά τα F 26 εἰς Α τὰ εἰς F μεταξύ τούτων έλώδες ην και κατάΰκιον δένδροις παντοδαποις και φυτοις. ἔνθα καἰ λόχον ἐστήβατο ὁ δεινός ἐκεῖνος Ῥομπέρτος τέσσαρας ἄνδρας ἐνόπλους γενναιότατους C παρεγγυηοάμενος πανταχόσε παπταίνειν τα ὄμματα· ἐπειδάν δὲ ἴδοιεν αυτόν μετά τοῦ Γελιέλμου ουμπλεκόμενον, εύθὺς πρὸς ἐκεῖνον ἀναδραμεῖν μηδέν τὸ παράπαν μελλήσαντας. ταῦτ᾿ οὖν προκατασκευάσας ὁ κακουργότατος ἐκεῖνος Ῥομπέρτος τὴν μὲν τῶν ἀκρολοφιῶν εἰς την μετά τοῦ Μαβκαβέλη ὁμιλίαν χρησιμεύουσαν κατέλιπε φθάσας ταύτην ύπο- δεῖξαι αὐτῷ, θατέραν δὲ οἷον ίδιοποιησάμενος πεντεκαίδεκα ἱππέας καὶ πεζούς ώσεί ἓξ καὶ πεντήκοντα μεθ᾿ ἑαντοῦ συλλαβόμενος άνελθὼν ἐν αὐτῇ συνέταξε τὴν βουλή ν πᾶσαν τοῖς άξιολογωτέροις τούτων ἐξορχησάμενος καὶ ἑνὶ τούτων παραγγείλας τὰ αὑτοῦ ὅπλα βαστάζειν, άσπίδα καὶ κράνος D καὶ ἀκινάκην, ώς ῥαδίως διὰ τούτων ἐξοπλιθείη, καὶ τοῖς λοχῶσι τέσσαρσαιν ἐπισκήψας, ἵν᾿ ὁπηνίκα τῷ Μασκαβέλῃ συμπλακέντα τοῦτον θεάσοιντο, θᾶττον άναδράμωσι πρὸς αὐτόν. καἰ ὁ Γελίελμος κατά τὴν συγκειμένην ἡμέραν ἤρχετο πρὸς τὴν ἀκρώρειαν είς τὀν τόπον, ὃν φθάσας αύτῷ ὁ Ῥομπέρτος ὑπέδειξε, τὰς μετ᾿ αὐτοῦ συνθήκας πληρώσων. ὃν ἰδών εκείνος ἐγγύθεν γενόμενον, αύτῷ τε ἱππότης προσυπηντήκει καὶ ἀσπασάμενος ἐδεξιοῦτο μάλα εύθύμως. ἔστησαν οὖν ἄμφω είς τὀ πρανές μικρόν τῆς ἀκρολοφίας ύποκλίναντες ὁμιλοῦντες, ἅττα καὶ ἔμελλον ποιεῖν, ὁ δέ δεινός ἐκεἰνος Ῥομπέρτος λόγους ἐκ λόγων συνείρων P. ἔτριβε τὸν καιρόν, εἶτά φησι πρὸς τὸν Γελίελμον ,,ἵνα τί τοῖς ἵπποις ἐποχούμενοι κοπιῶμεν; ἀποβάντες καθεδούμεθα είς τοὔδαφος καὶ ἀφροντίστως περί ὧv χρὴ ὁμιλήσομεν.“ πείθεται ὁ Μασκαβέλης νήπιος άγνοήσας τὸν δόλον καἰ οὗ κακοῦ φέρεται, καὶ άποβαίνοντα τὸν Ῥομπέρτον τοῦ ἵππου θασάμενος πεζός καὶ αὐτὸς τηνικαῦτα εἱστήκει καὶ 6 μελλήσαντας S: μελήσααντας F 11 μεθ᾿ έαυτοῦ συλλα- βόμενος add. in mg. F1 21 ἐγγύθεν έκεῖνος 22 προσυπηντήκει S: προσuπαντήχει F 30 οἷ s τῇ γῇ τὸν ἀγκῶνα διερεισάμενος αὖθις λόγων κατήρχετο. ὁ δὲ Ῥομπέρτος δουλείαν ὡμολόγει τοῦ λοιποῦ τῷ Μασκαβέλῃ καὶ πίστιν εὐεργέτην αὐτὸν καὶ κύριον ὀνομάζων. δεασάμενοι Β δὲ τούτους οἱ τοῦ Μασκαβέλη τῶν ἵππων ἀποβάντας καὶ λόγων ἄλλων ὥσπερ καταρχομένους, καμόντες ἀπό τε τοῦ καύσωνος ἀπό τε τοῦ δεηθῆναι καὶ τροφῆς καὶ ποτοῦ ὥρα γὰρ θέρους ἦν, ὁπηνίκα τὰς ἀκτῖνας ὁ ἥλιος κατὰ κορυφὴν εἴωθε βάλλειν) καὶ τῆς ἀλέας ἀφορήτου γινομένης οἱ μὲν τῶν ἵππων ἀποβαίνοντες τοὺς χαλινοὺς περὶ τοὺς πτόρθους τῶν δένδρων ἀναδεσμοῦντες εἰς τοὔδαφος κατεκλίνοντο 25 ταῖς ἀπὸ τῶν ἵππων καὶ τῶν δένδρων σκιαῖς ἀναψυχόμενοι, οἱ δὲ οἴκαδε ἐχώρουν. ἀλλ’ οὗτοι μὲν οὕτως· ὁ δὲ τὰ πάντα δεινὸς Ῥομπέρτος οὕτω ταῦτα προκαταστήσας ἀθρόον ἐπιφύεται τῷ Μασκαβέλῃ καὶ τὸ ἥμερον ἀφεὶς βλέμμα πρὸς τὸ ὀργιλώτερον μεταβάλλεται καὶ φόνιον αὐτῷ C ἐπιβάλλει τὴν χεῖρα. καὶ συμπλακεὶς ἀντισυνεπλέκετό τε εἷλκε καὶ εἵλκετο, καὶ ἐκυλίοντο ἄμφω κατὰ τοῦ πρανοῦς. τούτους δὲ οἱ λοχῶντες τέτταρες ἐκεῖνοι ἄνδρες θεασάμενοι ἀναδύντες τοῦ ἕλους ἐπέδραμον ἤδη τῷ Γελιέλμῳ καὶ ξυνδήσαντες ἀνέτρεχον ὡς πρὸς τοὺς εἰς τὴν ἑτέραν ἀκρώρειαν ἱσταμένους ἱππεῖς τοῦ Ῥομπέρτου, ἤδη καὶ αὐτῶν ὑποκαλπαζόντων κατὰ τοῦ πρανοῦς πρὸς αὐτούς· ὄπισθεν δὲ ἐδίωκον οἱ τοῦ Γελιέλμου. ὁ δέ γε Ῥομπέρτος ἐπιβὰς τοῦ ἵππου κράνος τε καὶ δόρυ λαβὼν καὶ γοργῶς D ἐναγκαλισάμενος καὶ ἀσπίδι περιφράξας ἑαυτὸν ἐπιστραφείς πλήττει ἴνα τῶν τοῦ Γελιέλμου διὰ δόρατος, ὁ δ’ ἅμα τῇ πληγῇ καὶ τὴν ψυχὴν συναφῄρητο. ἐν τοσούτῳ τὴν φορὰν τῶν ἀμφὶ τὸν πενθερὸν ἱππέων ἀναχαιτίσας καὶ τὴν ἀπὸ τούτων βοήθειαν ἀνακόψας (οἱ δέ γε λοιποὶ τοὺς καταβαίνοντας ἱππότας τοῦ Ῥομπέρτου ὡς καὶ ἀπὸ τοῦ τόπου βοηθουμένους θεασάμενοι παραχρῆμα τὰ νῶτα διδόασιν), οὕτω γοῦν τὴν φορὰν τῶν τοῦ Μασκαβέλη 2 ὁμολόγει F ἱππέων ἀνακόψαντος τοῦ Ῥομπέρτου, ἄγεται τηνικαῦτα ὁ Μασκαβέλης δέσμιος καὶ αἰχμάλωτος εἰς ὅπερ δέδωκεν αὐτῷ εἰς προῖκα φρούριον, ὅτε τὴν θυγατέρα τούτῳ κατηγγυήσατο. καὶ εἶχεν ἄρα τότε τὸν οἰκεῖον δεσπότην ἡ πόλις ἔμφρουρον, φρούριον ἐντεῦθεν εἰκότως προσαγορευομένη. οὐδὲν δὲ χεῖρον καὶ τὴν ὠμότητα τοῦ Ῥομπέρτου διηγήσασθαι. Ρ. 2 ἐπειδὴ γὰρ ἅπαξ ἐγκρατὴς ἐγεγόνει τοῦ Μασκαβέλη, τὰ πρῶτα μὲν τῶν ὀδόντων ἁπάντων ἀποστερεῖ, ἐφ’ ἑκάστῳ τούτων προσαπαιτῶν πολυτάλαντον ὁλκὴν νομισμάτων καὶ πυνθανόμενος, οὗ ταῦτα ἐναπέθετο. ἐπεὶ δὲ οὐκ ἔληγεν ἀπαράσσων, ἔστ᾿ ἂν ἅπαντα ἔλαβε, καὶ ἅμα οἵ τε ἐξέλιπον καὶ τὰ χρήματα, ἐπὶ τοὺς ὀφθαλμοὺς Γελιέλμου ἐπιβάλλει τοὺς ὀφθαλμοὺς ὁ Ῥομπέρτος καὶ φθονήσας τούτῳ τῶν ὄψεων ἀποστερεῖ τῶν ὀμμάτων.