Καθάπερ, οἶμαι, τὰ πονηρευόμενα τῶν σωμάτων πὴ μὲν ταῖς ἔξωθεν αἰτίαις κακοῦνται, ἔστι δ’ ὀπὸν καὶ τὰ αἴτια τῶν νοσημάτων ἀφ᾿ ἑαυτῶν ἀναβλύζουσι, πολλάκις μὲν τὰς τοῦ περιέχοντος ἀνωμαλίας καἰ τινας τροφῶν ποιότητας πυρετῶν γενέσεις , ἐνίοτε δὲ καὶ χυμῶν σηπεδόνας· οὕτω δῆτα καὶ ἡ τῶν Ῥωμαίων κακότης κατ’ ἐκεῖνο καιροῦ νῦν μὲν ἀνεβλάστησε θανατώδεις κῆρας τοὺς προειρημένους ἄνδρας ἐκείνους, λέγω δὴ Οὐρσελίους καὶ Βασιλακίους καὶ ὅσοι τὸ τυραννικὸν συνεπλήρουν πλῆθος, νῦν P. (??) 19 ἁμάρτοι τὸ s: ἁμάρτοιτο F 27 ἀνωμαλίας Α ὁμιλίας F δὲ ἔξωθέν τινας καὶ ἐπεισάκτους τυράννους τὰ τῆς τύχης ταύτῃ ἐπεισηγάγετο ἀπρόσμαχον τι κακὸν καὶ ἀνίατον νόσημα, καθά γε καὶ τὸν ἐπὶ τυραννικῇ γνώμῃ διαβόητον Ῥομπέρτον ἐκεῖνον τὸν ἀλαζόνα, ὃν Νορμανία μὲν ἤνεγκε, φαυλότης δὲ παντοδαπὴ καὶ ἐθρέψατο καὶ ἐμαίευσεν. ἡ δὲ Ῥωμαίων ἐχθρὸν τηλικοῦτον ἐφ’ ἑαυτῆς εἵλκυσε πρόφασιν Β δεδωκυῖα τῶν ἀπ᾿ ἐκείνου πολέμων [τοῖς πρὸς ἡμᾶς] ἑτερόφυλόν τε καὶ βάρβαρον καὶ τοῖς πρὸς ἡμᾶς ἀπροσάρμοστον, μᾶλλον δὲ ἀπροσεξία τοῦ τότε κρατοῦντος Μιχαὴλ τοῦ τὰς τοῦ γένους σειρὰς πρὸς τοὺς Δούκας ἀνάπτοντος. εἰ δὲ καὶ καθαπτοίμην τινὸς τῶν καθ’ αἷμά μοι προσηκόντων (καὶ γὰρ κἀμοὶ τὰ πρὸς μητρὸς ἐκεῖθεν μηδείς· τήν τε γὰρ ἀλήθειαν ἐξ ἁπάντων προειλόμην ξυγγράφειν καὶ ὅσον ἐπὶ τούτῳ τὰς ἐξ ἁπάντων μέμψεις ἀνεστειλάμην. ἐκεῖνος γὰρ ὁ εἰρημένος αὐτοκράτωρ ὁ Δούκας Μιχαὴλ τὴν τοῦ βαρβάρου τούτου θυγατέρα εἰς C τὸν ἑαυτοῦ υἱὸν κατηγγυήσατο Κωνσταντῖνον, κἀντεῦθεν ἀνερράγη τὰ τῶν πολεμίων. καὶ περὶ μὲν τοῦ υἱέος τοῦ βασιλέως τουτουὶ Κωνσταντίνου καὶ τοῦ περὶ αὐτὸν γαμικοῦ συναλλάγματος καὶ ὅλως τοῦ βαρβαρικοῦ κήδους καὶ δὴ καὶ ὅπως εἶχε κάλλους τε καὶ μεγέθους ὁ ἀνὴρ καὶ ὁποῖος ἦν τὴν φύσιν καὶ ποδαπός, κατὰ καιρὸν ἐροῦμεν, ἐπειδὰν ἀπολοφυροίμην καὶ τὰς ἐμὰς συμφορὰς μικρὸν μετὰ τὴν τοῦ κήδους τούτου διήγησιν καὶ τὴν ἧτταν τῆς βαρβαρικῆς ἁπάσης δυνάμεως καὶ τὴν ἀπώλειαν τῶν Νορμανόθεν τυ- D ράννων, οὕς ἐξ ἀλογίας κατὰ τῆς τῶν Ῥωμαίων ἐθρέψατο. V. 23 ἀλλὰ πρότερον δεῖ ἄνωθέν που τὸν λόγον ἀναγαγοῦσαν τὰ περὶ τοῦ Ῥομπέρτου τούτου διηγήσασθαι, ὅπως τε εἶχε γένους καὶ τύχης καὶ εἰς οἷον κράτος καὶ ὕψος ἡ φορὰ τῶν πραγμάτων τοῦτον ἀνήνεγκε, μᾶλλον δέ, ἴν’ εὐσεβέστερον φαίην, οὗ παρεχώρησε τοῦτον ἡ πρόνοια προελθεῖν ἐνδοῦσα πρὸς τὰς ἐκείνου κακοτρόπους ὁρμάς τε καὶ μητοῖς] 7 τὸ 8 τοῖς πρὸς ἡμᾶς seclusi 8 τοῖς r: τὰ F 26 ἐτρέψατο 8 ἐκεῖνος ἐθρέψατο? χᾶνας. ὁ δὲ Ῥομπέρτος οὗτος Νορμάνος τὸ γένος, τὴν τύχην ἄσημος, τὴν γνώμην τυραννικός, τὴν ψυχὴν πανουργότατος, τὴν χεῖρα γενναῖος, ἐπιθέσθαι μὲν δεινότατος πλούτῳ καὶ περιουσίᾳ μεγάλων ἀνδρῶν, καταπρᾶξαι δὲ ἀφυκτότατος, Ρ. 2 ἐς τὸ ἀναντίρρητον τὰ τοῦ σκοποῦ περιάγων. τὰ δὲ τοῦ σώματος τοσοῦτος εἰς μέγεθος, ὡς καὶ τῶν μεγίστων ὑπερανέχειν, πυρσὸς τὸ χρῶμα, τὴν κόμην ξανθὸς, τοὺς ὤμους εὐρύς, τοὺς ὀφθαλμοὺς * ἀλλὰ πῦρ ἀπ' αὐτῶν μονονουχὶ ἀπεσπινθηρίζετο, καὶ ὅπου μὲν ἔδει διοργανῶσαι φύσιν τὸ πλάτος, εὐμήχανον ἦν, ὅπου δὲ ἀποστενῶσαι τοῦτο, εἰς τὸ εὔρυθμον διωμάλιστο. οὕτως ἐξ ἄκρας κεφαλῆς ἐς πόδας ὁ ἀνὴρ κατερρύθμιστο, ὡς πολλῶν λεγόντων πολλάκις ἀκήκοα. τὸ δὲ φθέγμα, Ὅμηρος μὲν περὶ Β Ἀχιλλέως ἐποίησεν, ὡς ἄρα φωνήσαντος ἐκείνου φαντασίαν ἐσχήκεσαν οἱ ἀκούοντες πολλῶν θορυβούντων, τούτου δὲ τοῦ ἀνδρός, ὥς φασι, τὸ ἐμβόημα πολλὰς ἐτρέπετο μυριάδας. οὕτως ἔχων καὶ τύχης καὶ φύσεως καὶ ψυχῆς ἀδούλωτος ἦν, ὡς εἰκός, μηδενὶ τῶν ἁπάντων ὑποταττόμενος. τοιαῦται γὰρ αἱ μεγάλαι φύσεις, ὥς φασι, κἀν τύχης ὦσιν ἀφαυροτέρας.