Ὁ βασιλεὺς Ἀλέξιος καὶ ἐμὸς πατὴρ καὶ πρὸ τοῦ τῶν σκήπτρων ἐπειλῆφθαι τῆς βασιλείας μέγα ὄφελος τῇ βασιλείᾳ Ῥωμαίων γεγένηται. ἤρξατο μὲν γὰρ στρατεύειν ἐπὶ Ῥωμανοῦ τοῦ Διογένους. θαυμαστός τις γὰρ ἐφαίνετο ἐν τοῖς κατ’ αὐτὸν καὶ φιλοκινδυνότατος. οὗτος γὰρ τεσσαρεσκαιδεκάτου ἔτους ὢν κατ’ ἐκεῖνο καιροῦ συνεκστρατεύειν ἠπείγετο τῷ βασιλεῖ Διογένει κατὰ Περσῶν βαρυτάτην ἄγοντι Β στρατιὰν καὶ ἀπό γε τοῦδε ὁρμήματος ἀπειλὴν κατὰ τῶν βαρβάρων ἐμφαίνων καὶ ὡς, εἰ συμπλακήσεται τοῖς βαρβάροις, τὸ ξίφος αὐτοῦ μεθύσει ἀφ’ αἵματος· οὕτως ἦν φιλοπόλεμος ὁ νεανίσκος. ἀλλὰ τότε οὐκ ἐξεχώρησεν ὁ αὐτοκράτωρ Διογένης αὐτῷ ξυνέπεσθαι, ἅτε πάθους καταλαβόντος τὴν μητέρα βαρυτάτου. ἐθρήνει γὰρ τὸ τηνικαῦτα θάνατον τοῦ πρωτοτόκου υἱοῦ Μανουήλ, ἀνδρὸς μεγάλα καὶ ἀξιάγαστα ἔργα ἐνδεδειγμένου τῇ τῶν Ῥωμαίων ἀρχῇ· καὶ ἵνα μὴ ἀπαραμύθητος εἴη ἐκείνη, τὸν μὲν τῶν υἱέων μηκέτι γινώσκουσα C οὗ κατορύξειε, τὸν δὲ ἀποστέλλουσα ἐν πολέμοις καὶ δεδοικυῖα, μή τι ἀπαίσιον συναντήσοι τῷ νεανίσκῳ καὶ οὐδ’ οἷ γῆς πεσεῖται ἐπιγνώσεται, διὰ ταῦτα ὑποστρέψαι πρὸς τὴν μητέρα τὸ μειράκιον Ἀλέξιον κατηνάγκασε. καὶ τότε μὲν ἀπελείφθη καὶ ἄκων τῶν συστρατευομένων, ἀλλ’ ὅ γε ἐφεξῆς καιρὸς πέλαγος ὑπανέῳξεν αὐτῷ ανδραγαθημάτων. ἐπὶ γάρ τοι τοῦ βασιλέως Μιχαὴλ τοῦ Δούκα μετὰ 8 ὁρμήματος Α μηματος F 10 αὑτοῦ 11 ἐπεχώρησεν 18 συναντήσῃ 22 τῶν ἀνδραγαθημάτων τὴν τοῦ Διογένους βασιλέως καθαίρεσιν, ὅσος ἦν εἰς ἀνδρείαν, παρέδειξε τὰ κατὰ τὸν Οὐρσέλιον πράγματα. ἦν μὲν οὗτος Κελτὸς ἀνέκαθεν τῇ στρατιᾷ Ῥωμαίων κατειλεγμένος, D εἰς δὲ μέγα τύχης ἐξογκωθεὶς καὶ δύναμιν συναθροίσας ἀμφ’ αὐτὸν καὶ στρατιὰν ἀξιόλογον τῶν μὲν ἐκεῖθεν ὄντων ὅθεν καὶ αὐτὸς ὥρμητο, τῶν δὲ καὶ ἐξ ἄλλου γένους παντοδαποῦ βαρὺς ἦν αὐτόθεν τύραννος· πολλὰς δὲ ταλαντεύσεις λαβούσης τῆς τῶν Ῥωμαίων ἡγεμονίας καὶ τῶν Τούρκων καθυπερτερησάντων τῆς τύχης Ῥωμαίων, τῶν δὲ εἰς τὸ κατόπιν ὑπαχθέντων ὥσπερ ψάμμου ὑπὸ ποδῶν ὑποσπασθείσης, τηνικαῦτα καὶ οὗτος τῇ βασιλείᾳ Ῥωμαίων ἐπέθετο. καὶ Ρ 4 ἄλλως μὲν ὢν τυραννικώτατος τὴν ψυχήν, τότε δὲ καὶ μᾶλλον ἐξαφθεὶς πρὸς καθαρὰν τυραννίδα διὰ τὸ κατηφὲς τῶν τῆς βασιλείας πραγμάτων τὰ τῆς ἑῴας πάντα σχεδὸν ἐλῄσατο. πολλῶν δὲ πιστευθέντων τὸν μετ’ αὐτοῦ πόλεμον ἐπ’ ἀνδρείᾳ διαβεβοημένων καὶ πεῖραν εἰσενεγκαμένων πλείστην πολέμου καὶ μάχης, οὗτος ὑπερπαίων ἐφαίνετο καὶ τὴν ἐκείνων πολυπειρίαν πη μὲν αὐτὸς προσβάλλων καὶ τρέπων καὶ καθάπερ πρηστὴρ ἐμπίπτων τοῖς ἀντικαθισταμένοις αὐτῷ, πη δὲ καὶ συμμαχίαν λαμβάνων ἀπὸ τῶν Τούρκων ἀνυπόστατος ἦν ταῖς ὁρμαῖς, ὥστε καὶ τῶν πάνυ μεγιστάνων τινὰς κατασχεῖν καὶ τὰς ἐκείνων κλονῆσαι φάλαγγας. τότε Β δὴ καὶ ὑπὸ τἀδελφῷ ἐτάττετο ὁ ἐμὸς πατὴρ Ἀλέξιος καὶ ἄντικρυς ὑπεστρατήγει τούτῳ, τὰ στρατεύματα πάντα ἑῴας καὶ ἑσπερίου λήξεως ἐγκεχειρισμένῳ. ἐπεὶ δὲ ἐν ἀμηχάνοις ἦν τὰ πράγματα τηνικαῦτα Ῥωμαίοις, τοῦ βαρβάρου δίκην κεραυνοῦ τὰ πάντα ἐπερχομένου, εἰς ἀξιόμαχον ἀντικατάστασιν ἐπινοεῖται ὁ ἀξιάγαστος οὗτος Ἀλέξιος στρατηγὸς v. 8 αὐτοκράτωρ ὑπὸ τοῦ βασιλέως Μιχαὴλ ἀναδεδειγμένος. ὃς δὴ καὶ πᾶσαν ἀνακινήσας φρόνησιν τε καὶ πολυπειρίαν στρατηγικήν τε καὶ στρατιωτικὴν καὶ ταῦτα οὐκ ἐν πολλῷ χρόνῳ ταύτην συλλεξάμενος ἀλλὰ γὰρ διὰ τὸ πάνυ φιλόαὑτὸν 5 αὑτὸν 10 ὑπὸ addidi 22 τότε r: ὅτε C πόνον τοῦ ἀνδρὸς καὶ τὸ πανταχόθεν ἐγρηγορὸς εἰς ἄκρον ἐληλυθέναι στρατηγικῆς ἐμπειρίας τοῖς τῶν Ῥωμαίων λογάσιν ἔδοξεν, οἷος Αἰμίλιος ἐκεῖνος ὁ Ῥωμαῖος, ὁποῖος ὁ Σκηπίων, οἷος Ἀννίβας ὁ Καρχηδόνιος· νεώτατος γὰρ ἦν καὶ ἄρτι πρώτως ὑπηνήτης, ὅ φασι) τόν τε Οὐρσέλιον ἐκεῖνον εἷλε τὸν πολὺν κατὰ τῶν Ῥωμαίων ῥέοντα καὶ τὰ πράγματα τῆς ἕω κατέστησεν οὐ πολλῶν δεηθεὶς ἡμερῶν. ἦν γὰρ καὶ ὀξὺς φωρᾶσαι τὸ ξυμφέρον καὶ ὀξύτερος καταπράξασθαι· τίνα δὲ τὸν τρόπον εἷλεν ἐκεῖνον, δηλοῖ μὲν καὶ ὁ Καῖσαρ ἐν τῇ δευτέρᾳ τῆς κατ’ αὐτὸν ἱστορίας βίβλῳ πλατύτερον, δηλώσομεν δὲ καὶ ἡμεῖς, ἐφ’ ὅσον εἰς τὴν καθ’ ἡμᾶς ἱστορίαν συνήνεγκεν. D