Ἐγὼ δ’ ἐνταῦθα . . . . μένη , σκοτοδίνης ἐμπίπλαμαι τὴν ψυχὴν καὶ ῥείθροις δακρύων περιτέγγω τοὺς ὀφθαλμούς. ὢ οἶον Ῥωμαίων ἀπόλωλε βούλευμα· ὢ πείρας μὲν ἀκριβεστάτης Νηὶ τὰ πράγματα καὶ ὅση ἐκεῖνος συνείλοχε· λόγων δὲ ἐπιστήμης, ποικίλης δὲ σοφίας, λέγω δὴ τῆς θυραίας καὶ τῆς ἡμετέρας αὐλῆς· ὢ καὶ χάριτος ἐπιτρεχούσης τοῖς μέλεσι καὶ εἴδους οὐκ ἀξίου τυραννίδος, ὥς τινες λέγουσιν, ἀλλὰ θειοτέρας καὶ κρείττονος. ἔγωγ’ οὖν πολλοῖς ἄλλοις προσωμιλήκειν δεινοῖς ἐκ μέσων τῶν πορφυρόθεν σπαργάνων, ὡς οὕτως εἰπεῖν, κω τύχαις ἐχρησάμην οὐκ ἀγαθαῖς, εἰ μή τις θεῖτο τύχην οὐκ ἀγαθὴν καὶ προσμειδιῶσάν μοι τήν τε γειναμένην αὐτὴν καἰ τὸν τεκόντα τοὺς αὐτοκράτορας, καὶ τὴν πορφύραν ἐφ’ ἧς ἐβλάστησα· τὰ γὰρ ἄλλα φεῦ τῶν κυμάτων, φεῦ τῶν ἐπαναστάσεων. Ὀρφεὺς μὲν οὖν ᾄδων καἰ λίθους ἐκίνει καὶ ξύλα καὶ τὴν ἄψυχον ἁπλῶς φύσιν, Τιμόθεος δὲ ὁ αὐλητὴς τὸν ὄρθιόν ποτε Ἀλεξάνδρῳ αὐλήσας, εἰς τὰ ὅπλα παραχρῆμα καὶ τὸ ξίφος ἐκίνει τὸν Μακεδόνα· τὰ δέ γε κατ’ ἐμὲ διηγήματα οὐ τοπικήν τινα κίνησιν, οὐδὲ Ρ. 7 πρὸς ὅπλα καὶ μάχην, ἀλλ’ ἐς δάκρυα τὸν ἀκροατὴν συγκιἀνήξοι 1. Α, ἂν ῥήξοι coni. HoescLel., ego ἀναρρήξοι, lenissime Naekius ἀνοίξοι, quod restitui. 3. supple γενομένη vid. aunotationes. Hoeschel. coni. τούτων μεμνημένη. ἀφ’ ἧς coni. Hoeschel. νήσειε, καὶ οὐκ αἰσθητικὴν μόνον, ἀλλὰ καὶ ἄψυχον φύων εἰς πάθος καταναγκάσῃ. τὸ μέντοι πάθος τὸ περὶ τὸν Καίσαρα καὶ ὁ κατ’ αὐτὸν ἀνέλπιστος θάνατος αὐτῆς μου καθίκετο τῆς ψυχῆς καἰ ἐς βάθος τὸ τραῦμα εἰργάσατο. καί ἡγοῦμαι τὰς προειληφυίας συμφορὰς πρὸς ταύτην τὴν ἄπληστον συμφορὰν ψεκάδα ὡς ὄντως πρὸς ὅλον Ἀτλαντικὸν πέ- λαγος ἥ τοῦ Ἀδριατικοῦ πελάγους τὰ κύματα· μᾶλλον δέ, ὡς ἔοικεν, ἦσαν ἐκεῖναι τούτων προοίμια, καί με προκατελάμβανεν ὁ καπνὸς τοῦ καμινιαίου τούτου πυρὸς καὶ ὁ καύσων ἐκεῖνος τῆς ἀρρήτου ταύτης φλογώσεως καὶ τὰ καθ᾿ ἡμέραν πυρὸς τῆς ἀφάτου πυρκαιᾶς. ὢ πυρὸς ἄνευ ὕλης ἀποτεφροῦντος, πυρὸς έν ἀπορρήτοις δᾳδουχουμένου καὶ V. 4 καίοντος μέν, μὴ καταφλέγοντος δέ, καὶ τὴν καρδίαν μὲν περιφρύγοντος, δόξαν δὲ παρέχοντος, ὅτι οὐ συνεφρύγημεν, καίτοι μέχρις ὀστέων καὶ μυελῶν καὶ μερισμοῦ ψυχῆς τὰς πυρακτώσεις δεξάμενοι. ἀλλὰ γὰρ ἐμαυτῆς αἰσθάνομαι διὰ ταῦτα παρενηνεγμένης τοῦ προκειμένου, καὶ ὁ Καῖσάρ μοι ἐπιστὰς καὶ τὸ τοῦ Καίσαρος πένθος πένθος μοι ἐπέσταξε διωλύγιον. ἀποψήσασα οὖν τὸ δάκρυον τῶν ὀμμάτων καὶ P. 8 ἐμαυτὴν ἀναλεξαμένη τοῦ πάθους, τῶν ἔζης ἵξομαι, διπλᾶ κατὰ τὴν τραγῳδίαν κερδαίνουσα δάκρυα, οἷον ἐπὶ συμφορᾷ 2. καταναγκάσαι? 6. ὄντας A, em. Hoeschel. 13. καρδία . . . . . περιφρ. A, suppi. Hoeschel. 18. τὸ : τῇ Α, corr. Hoeschel. 19. ἀποψ . . . ἄσα Α, suppl. Crusius. συμφορᾶς μεμνημένη. τὸ γὰρ εἰς μέσον προθεῖναι τοιούτου ξασιλέως ὑπόθεσιν καὶ τοσούτου πρὸς ἀρετὴν ἀνάμνησις ἐστι καὶ τῶν κατ’ ἐκεῖνον θαυμάτων, ἅπερ κἀμὲ πρὸς δάκρυα θερμότατα καταφέρει, μετὰ πάσης τῆς οἰκουμένης δακρύουταν. τὸ γὰρ ἐκείνου μεμνῆσθαι κω τὴν αὐτοῦ βασίλειαν εἰς μέσον ἄγειν ἐμοὶ μὲν θρήνων ὑπόθεσις , τοῖς ἄλλοις δὲ ζημίας ἀνάμνησις. ἀρκτέον τοίνυν ἐνθένδε τῆς ἱστορίας τοὐμοῦ πατρός, ὅθεν καἰ ἄρχεσθαι ἄμεινον· ἄμεινον δὲ ὅθεν σαφέστερός τε καὶ ἱστορικώτερος ὁ λόγος γενήσεται.