Μάλιστα δὲ εἰς τὴν ἱστορίαν ἐλήλυθα τῶν τοῦ πατρὸς πράξεων ἐκ. τοιᾶσδε αἰτίας. ἐμοὶ ἀνὴρ ἐγένετο κατὰ νόμους συναφθεὶς ὁ Καῖσαρ Νικηφόρος, εἰς τὴν τῶν Βρυεννίων σειρὰν ἀναγόμενος, ἀνὴρ καὶ κάλλους ὑπερβολῇ καὶ συνέσεως ἀκρότητι καὶ λόγων ἀκριβείᾳ μακρῷ τοὺς κατ’ αὐτὸν ἡ ὑπερβάλλων. θαῦμα γὰρ ἦν ἄντικρυς καὶ ὁρώμενος καὶ ἀκροώμενος. καὶ ἶνα μὴ ὁ λόγος τῆς λεωφόρου ἐκτρέποιτο, τὸ παρὸν τῶν ἐφεξῆς ἐχώμεθα. ἦν μὲν οἶν ἐν πᾶσιν ἐπιφανέστατος, συνεστράτευσε δ’ Ἰωάννη τῷ αὐτοκράτορι ἐμῶ Ρ. 4 ἀδελφῷ καὶ κατ’ ἄλλων μὲν βαρβάρων . . . . . . . . ἔχοντι τὴν Ἀντιόχου πόλιν. ἀλλ᾿ ὅ γε Καῖσαρ οὐκ εἰδὼς ἀμελεῖν 2. δὲ ἐλέγχειν Α cum Polybio δ᾿ (T ἐλέγχειν Hoeschel. 3. τοῦ καθ’ ὑποδεικν. A, unde lacobsius 1. 1. τοῦτο καθυποδεικν., rectius Hoeschel. τοῦθ’ ὑποδεικν. quod Polybii est. 6. ἐφ’ ἡμῖν Α, em. Hoeschel. 8. μαρτυρουμένη Hoeschel., μαρτυραμένη A. 17. καὶ : an ἀλλ᾿ ? 20. indicavi lacunam. τοῦ λόγου καὶ ἐν κόποις καὶ πόνοις, συνέγραφε καὶ ἄλλ᾿ ἄττα συγγράμματα μνήμης καὶ λόγου ἄξια, προείλετο δὲ μάλιστα τὰ κατὰ τὸν Ἀλέξιον τὸν αὐτοκράτορα Ῥωμαίων καὶ ἐμὸν πατέρα συγγράψαι ἐξ ἐπιταγῆς τῆς βασιλίδος, καἰ ἐν βίβλοις ἐνθεῖναι τὰς πράξεις τῆς βασιλείας αὐτοῦ, ἐν ᾧπερ ὁ καιρὸς ἐδίδου τούτῳ, τῶν ὅπλων καὶ τοῦ πολέμου βραχύ τι ἀπαλλαγέντι, ἐπιβλέψαι πρὸς ἐπιβλέψαι πρὸς συγγραφὰς καὶ λογικούς τινας πόνους. καὶ δὴ καὶ ἤρξατο τῆς συγγραφῆς, εἰς τοὺς ἀνέκαθεν ἀνενέγκας χρόνους τὸν λόγον, τῷ τῆς δεσποίνης ἡμῶν κἀν τούτῳ ὑπείκων προστάγματι, ἀπὸ Διογένους τοῦ αὐτοκράτορος Ῥωμαίων ἀρξάμενος καὶ καταβαίνων εἰς αὐτὸν ἐκεῖνον, περὶ οὑ τὴν πρόθεσιν ἐποιήσατο. τότε γὰρ καὶ ἀνθοῦν εἶχεν ὁ χρόνος τὸν ἐμὸν πατέρα μειράκον παραγγείλαντα. τὰ γὰρ πρὸ τοῦδε οὐδὲ μειράκιον ἦν καὶ οὐδὲν ὅ τι καὶ ἄξιον συγγραφῆς αὐτῷ πέπρακτο, εἰ μή τις ἐγκωμίου λόγον τὰ παιδικὰ αὐτῷ θήσοιτο. ὁ οὖν σκοπὸς τῷ Καίσαρι τοιοῦτος, ὡς ἡ τούτου συγγραφὴ βούλεται· οὐ μὴν τὰ τῆς ἐλπίδος ἐβέβηκεν, οὐδὲ τὴν ἱστορίαν πᾶσαν ἐτελεώσατο, ἀλλὰ μέχρι τῶν χρόνων τοῦ αὐτοκράτορος Νικηφόρου τοῦ Βοτανειάτου τὸν λόγον ἐφελκυσάμενος, ἐκεῖσε τοῦ συγγράφειν 1. ἄλλα τὰ συγγράμματα A, corr. Crusius. 5. lege ἐκθεῖναι. 6. βρα . . τι Α, suppl. Hoeschel., praeeunte Crusio. 10. ἀπὸ διο . . . . τοῦ αὐτοκρ. Α, nomen suppl. Crusius. 11. ἐκεῖνοις Α, corr. Hoeschel. la. πρόθεσιν Α, non quoJ Iloe- scliel. dcilit πρότασιν. lege ὑπόθεσιν. 13. τὸ γὰρ Hoeschel., τὰ γὰρ Α. 15 ἐγκωμίου λόγον Α, quod Hoeschel. male mutavit in ἐγκώμιον λόγου. 16. θήσαιτο Α, corr. Hoeschel. 19. Βοτανιάτου A, correxi. P, 5 ἐπαύσατο, περαιτέρω τοῦ καιροῦ μὴ διδόντος προκόψαι τὴν συγγραφήν, ζημίαν μὲν τοῖς ὑπὸ τὴν συγγραφὴν πράγμασιν περιποιησαμένου, ἡδονὴν δὲ ἀποστερήσαντος τοῖς ἀναγινώσκουσι. διὰ τοῦτο αὐτή, ὅσα τῷ ἐμῷ πατρὶ πέπρακτο, συγγράψασθαι προειλόμην, ἕνα μὴ τοιαῦτα ἔργα τοὺς ἐς ὕστερον παραδράμῃ. οἵαν μὲν γὰρ εἶχον τὴν ἁρμονίαν, ὁπόσην δὲ τὴν χάριν οἱ τοῦ Καίσαρος λόγοι, ἴσασιν ἅπαντες οἱ τοῖς ἐκείνου ἐντετυχηκότες συγγράμμασιν. ἀλλὰ μέχρι τούτου ἐλθών, καθάπερ εἶπον, καὶ τὸ σύγγραμμα σχεδιάσας καὶ V. 3 ἡμιτελὲς ἐκ τῆς ὑπερορίας κομίσας ἡμῖν, συναπεκόμισεν, ὢ οἴμοι, καὶ θανάσιμον νόσημα, τάχα ἐκ τῆς ἄπειρον κακοπαθείας, θείας, τάχα ἐκ τῶν συχνοτέρων στρατηγημάτων, τάχα ἐκ τῆς ὑπὲρ ἀφάτου ἀφάτου μερίμνης· μέριμνα γὰρ καὶ πόνοι ἀνένδοτοι· πρὸς δὲ καὶ ἀέρων ἀνωμαλίαι τε καὶ κακότητες ποτήριον αὐτῷ θανάσιμον ἐκεράσαντο. ἔνθεν μὲν γὰρ εἰς Σύρους καὶ Κίλικας δεινῶς νοσῶν ἐξεστράτευεν· εἶτα κἀκεῖθεν Σύρια τοῦτον μὲν ἀπέδωκεν ἀρρωστοῦντα Κίλιξι, Κίλικες δὲ Παμφυλίοις, Παμφύλιοι δὲ τοῖς Λυδοῖς καί ἥ Λυδία τῇ Βιθυνίᾳ καὶ ἡ Βιθυνία τῇ βασιλίδι τῶν πόλεων καὶ ἡμῖν, ἐξῳδηκότα ἤδη τὸ σπλάγχνον ἐκ τῆς πολλῆς κακοπαθείας P. 6 καίπερ δὲ οὕτως ἔχων ἀσθενείας καἰ θέλων τὰ συμπεσόντα οἱ ἐκτραγῳδεῖν, τὸ μὲν ὅτι νοσῶν οὐκ ἠδύνατο, 14. ἀνένδητοι Α, em. Crusius. 16. ἐξεστράτευον Α, em. Hoe- schel. 17. Κίλιξι add. Hoeschel. 22. ὅτι: lege ἅτε. ὁ δὲ ὅτι καὶ παρ’ ἡμῶν ἐκωλύετο ὡς μὴ τὸ τραῦμα ἀνοίξοι διηγούμενος.