Τὰ μὲν οὖν κατὰ τὴν βασιλίδα Μαρίαν οὔτω παρὰ τῶν Κομνηνῶν ᾠκονόμηυτο. ὁ δέ γε αὐτοκράτωρ παιδείας ἐκ νηπίου τυχὼν ἀγαθῆς καὶ τοῦ θεοῦ νουθεσίας τῆς μητρὸς ἑαυτὸν ἀπευθύνων, τὸν τοῦ θεοῦ φόβον ἐνστερνισάμενος καὶ ἐγκάρδιον ἔχων, ἐδάκνετο ἀνιώμενος ἐπὶ τῇ τῆς πόλεως προνομῇ, ἥν κατὰ τὴν εἰσέλευσιν αὐτοῦ πάντες πανδημεὶ ἐπεπόνθεισαν. τὸ μὲν γὰρ ἄπταιστον ἴσως καὶ ἥσυχον ῥίζα τοῦ δέοντος· καὶ ἀποστασίαν ποιοῦσα τοῦ νοῦ , εἰς ἀπόνοιαν ἄγει τὸν μηδ᾿ ὁπωστιοῦν προσκεκρουκότα τοῖς πράγμασιν · δέ γε ἐξαμαρτών, εἴπερ ἐστι τῶν εὐλαβεστέρων καὶ τῶν νοῦν( ἐχόντων, αὐτίκα τὸν τοῦ θεοῦ φόβον βάλλεται κατὰ ψυχὴν καὶ οὔλως κατακλονεῖται καὶ δέδοικε , καὶ μᾶλλον εἴγε πραγμάτων μεγάλων ἐπιδραξάμενος εἵη καὶ εἰς ὑπερηφάνους ἀνέλθοι περιωπάς. δέος γὰρ αὐτὸν ὑποθράττει, μή πως ἀμαθίᾳ 1. γίνοιτο C. 5. οἰκοδομηθεῖσιν CG. 6. εἰσέτι C, ἔτι PG. δὲ add. G Ἰσαακίου. 8. κατὰ C, τὰ κατὰ PG. 11. ὑπευθύνων Α. ἐνστερνισάμενον P. 12. προνομῇ : ἁρπαγῇ G. 14. καὶ ἥσυχον ῥίζα — ποιοῦσα τοῦ νοῦ add. G. legendum σχίζαν τοῦ δέοντος καὶ ἀποστασίαν ποιοῦν τοῦ νοῦ. 18. φόβον om. P. 19. μεγάλων πραγμάτων G. καὶ θρασει καὶ ὕβρει πορευόμενος τόν τε θύμον τοῦ θέον εἰς ἑαυτὸν ἐκκαλέσηται καὶ τῆς ἀρχῆς ἐκκυλισθεὶς αὐτο[εσῆται, ὦν τέως ἐγκρατὴς γέγονεν. οἶα καὶ τῷ Σαοὐλ συμβεβήκει ποτέ· καὶ γὰρ ὁ θεὸς διὰ τὸ τοῦ βασιλέως ἀτάσθαλον D διαρρήσσων διέρρηξε τὴν βασιλείαν αὐτοῦ. τούτοις ἀλύων τοῖς λογισμοῖς ὁ Ἀλέξιος καὶ παθαινόμενος τὴν ψυχήν, μή που καὶ θεοῦ ἄντικρυς μήνιμα γένοιτο, — τὸ γὰρ εἰς ὅλῳ τὴν πόλιν γεγονὸς κακὸν πὰρ ἑκάστου τῶν στρατιωτῶν, ὁπόσος τὸ τηνικαῦτα συρφετὸς ἀνὰ πᾶσαν τὴν πόλιν ἐπέρρευσεν, ἴδιον ἐλογίζετο, καὶ ὡς αὐτὸς ὢν ἐκεῖνος ὁ τὰ πάνδεινα ἐκεῖνα κακὰ ἐργασάμενος, κατετιτρώσκετό τε καὶ ἔξεφλέγετο, βασιλείαν καὶ κράτος καὶ ἁλουργίδα καὶ διάδημα λιθοκόλλη- Ρ. 81 τον καὶ ἐσθῆτα χρυσῆν τε καὶ περιμάργαρον οὐδέν , ὥς γε V. 68 τὸ εἰκός , ληιζόμενος πρὸς τὴν τότε κατασχοῦσαν ἀπεριήγητον συμφορὰν τὴν βασιλίδα τῶν πόλεων. τὰ γὰρ περιστοιχίσαντα ταύτην δεινὰ κατ’ ἐκεῖνο καιροῦ οὐδεὶς ἂν καὶ θέλω διηγήσασθαι δυνήσηται κα γὰρ καὶ αὐτὰ ἱερὰ καὶ τεμένη καὶ τὰ κοινὰ καὶ τὰ ἴδια ἁπανταχόθεν ὑπὸ πάντων καθηρπάζοντο, τὰ δὲ ὦτα τῶν ἁπάντων κατακεκρότητο ταῖς ῥιπτουμέναις ἀπανταχοῦ βοαῖς καὶ φωναῖς. εἶπεν ἄν τις ἰδὼν σεισμὸν εἷναι τὸ γινόμενον. ταῦτα εἰς νοῦν βαλλόμενος Ἀλέξιος ἠνιᾶτό τε τὴν ψυχὴν καὶ κατεσπαράττετο καὶ οὐκ εἶχεν 3. τῶ om. G. 5. ἀλύων CA. 8. ἑκάστου : ἐκείνου CG, 11. ἐργασάμενον P. τε om. Α. 15. περιστοιχήσαντα PGA, alterum C. 16. κατ’ A, καὶ PG. 17. δυνήσεται GA, δυνήσηται C, om. P. καὶ alterum om. A. 19. κατεκρότηντο G, κατακεκρότηντο P, recte A, ῥιπτομέναις G. 20. εἶπεν A , εἴπερ PG. σχισμὸν C. τῷ πλήθει τῆς λύπης χρήσαιτο. ἦν γὰρ ὁ ἀνὴρ εἰς αῖ- Β σθησιν ἐλθεῖν τοῦ κακῶς πεπραγμένου παντάπασιν ὄξύτατος. κὼ ταῦτα μὲν τὰ προγεγονότα, ἐφ’ οἶς ἡ πόλις πονήρως ἔπραξεν , ᾔδει μὲν ὡς ἑτέρων χεῖρες καὶ γνῶμαι διενηργήκασιν, ἀλλὰ συνῄδει καὶ τοῦτό γε ἀκριβέστατα, ὅτι τὰς ὐποθέσεις καὶ τὰς ἀποστάσιας τοῦ πάθους αὐτὸς δέδωκεν· αὐτῷ δὲ τάλιν τῆς ἀποστασίας αἴτιοι οἱ ἤδη ῥηθέντες δοῦλοι γεγόνασιν. ἀλλὰ καὶ ὡς ἑαυτῷ τὴν ἅπασαν προσάπτων αἰτίαν , θεραπεῦσαι τὸ τραῦμα καὶ ἐπεζήτει καὶ ἤθελεν· οὕτω γὰρ ἄν καὶ μετὰ τὴν τοιαύτην θεραπείαν καὶ τὸν τουτωνὶ καθαρμὸν ἐπιχειροίη τοῖς τῆς βασιλείας πράγμασι καἰ τὰ κατά C τε τὸν στρατὸν κατά τε τοὺς πολέμους καλῶς διιθύνοι καὶ διεξάγοι. προσέρχεται τοίνυν τῇ μητρί, ἀνακοινοῦται τὸ ἐπαινετὸν πάθος ἐκεῖνο, θεραπείας τρόπον ἀναζητεῖ καὶ ἀπαλλαγῆς νῶν ὑποκνιζόντων αὐτοῦ τὴν συνείδησιν. ἡ δὲ ἀσπάζεται τὸν υἱὸν καὶ ἀσμένως δέχεται τὰ λεχθέντα μετακαλοῦνται τοίνυν, τούτου συνδόξαντος, τόν τε πατριάρχην Κοσμᾶν οὔπω γὰρ τότε τὸν θρόνον παρῄτητο) καί τινας λογάδας τῶν τῆς συνόδου καὶ τοῦ μοναδικοῦ συντάγματος. πρόσεισι τούτοις ὁ Βασιλεὺς D ὁς ὑπόδικος, ὡς κατάκριτος, ὡς εὐτελὴς ἢ καί τις ἄλλος τῶν 1. ὁ om. Α. ἀνὴρ παντάπασιν ὀξύτατος εἰς αἴσθ. — πεπραγμένου GA. 2. κακῶς om. Α. παντάπασιν om. G. 4. ἴδη G. 8. προσάπτειν G. 10. καὶ priiis om. G. τῶν τουτονὶ P, τῶν τουτωνὶ G, τὸν τουτονὶ C, correxi. la. γε τὸν PG , τε in margine. 14. ἐκεῖνος G, om. A. 17. Κοσμᾶν om. CGA. γὰρ τὸν τότε τὸν θρόνον P. 18. παρῃτήσατο Α, παραίτητο G. τινας om. A. 19. μοναχικοῦ Α. ὑπ᾿ ἔξουσίαν τεταγμένων καὶ τὴν ψῆφον ὅσον οὐδέπω καραδοκούντων, ἣν κατ᾿ ἐκείνου ψηφιεῖται τὸ δικαστήριον. ἔξαγγέλλει πάντα, μὴ προβολήν, μὴ συγκατάθεσιν, μὴ πρᾶξιν, μηδὲ αἰτίαν τῶν πεπραγμένων παραδραμών, ἀλλὰ πάντα μετὰ φόβου καὶ πίστεως ἔξαγορευσάμενος, καὶ τὴν θεραπείαν ἔξ ἐκείνων θερμῶς ἔξαιτεῖ, ἐπιτιμίοις ἑαυτὸν καθυποβάλλων. οἱ δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἐκ ταὐτοῦ αἵματος P. 82 προσήκοντας καὶ πρὸς τὴν ἀποστασίαν συναραμένους τοῖς αὐτοῖς ἐπιτιμίοις καθυποβ΄παλουσιν, νηστείαν καὶ χαμευνίαν καὶ τὰ τούτοις ἐφεπόμενα πρὸς τὴν τοῦ θείου ἔξιλέβσιν ἐπιτάξαντες. οἳ καὶ δεξάμενοι τὰ ἐπιτίμια προθύμως ἐφύλαττον. ἀλλ᾿ οὐδὲ αἱ σφῶν αὐτῶν γυναῖκες ἔξω τῶν ἐπιτιμίων ἑστάναι ἠνείχοντο· πῶς γάρ, φίλανδροι οὖσαι; αὐτόμολοι δὲ τὸν τῆς μετανοίας ζυγὸν ἀναδέχονται. καὶ ἦν ἰδεῖν τὰ βασίλεια τότε δακρύων καὶ πένθους ἀνάμεστα, πένθους οὐκ ἐπιψόγου, οὐδ᾿ ἀσθένειαν ψυχῶν κατηγοροῦντος, ἀλλ᾿ ἐπαι- Β νετοῦ καὶ χαρᾶς προξένου τῆς κρείττονος καὶ μηδέποτε λυομένης. ὁ δὲ αὐτοκράτωρ, ὁποῖος ἐκεῖνος τὴν εὐσέβειαν ἦν, V. 69 πλέον τι ποιῶν, ἐντὸς τῆς βασιλικῆς ἁλουργίδος σάκκον περιεβέβλητο ἐν χρῷ ψαύοντα τῆς σαρκὸς ἐπὶ τεσσαράκοντα 1. ἐξουσίαν CA, ἐξουσίᾳ PG. παραδοκούντων Α. 3. μὴ προβολὴν — ἀλλὰ πάντα om. CG. προσβολὴν Α. 7. ὁ δὲ Ρ. ἐξ αὐτοῦ G. 9. καὶ om. A. 10. θείου CA, θεοῦ PG. 11. οἳ καὶ δεξάμενοι Α, δεξάμενοι δὲ PG. ἐφύλαττον: ἐδέξαντο CG. 12. αἱ om. GC. τοῦ ἐπιτιμίου Α. 16. ἀσθενείας G. κατηγοροῦντες G. 18. ἦν om. P. 19. περιβέ- βλητο G. νυχθημέροις. ἐν δὲ ταῖς νύξι χαμεύνης ἔκειτο ἔπι πέτρας μόνον ἀνέχων τὴν κεφαλὴν καὶ· πενθῶν ὡς εἰκος. εἰθ᾿ οὕτως τῶν τῆς βασιλείας πραγμάτων ἁγναῖς ἅπτεται χερσίν.