Οἱ δὲ Κομνηνοὶ τὰ βασίλεια καταλαβόντες, παρα- P. 70 χρῆμα τὀν ἐπ᾿ ἀνεψιᾷ γαμβρὸν αὐτῶν Μιχαήλ, ὃς ἐν ὑστέ- V. 60 ΑΛΕΞΙΛΔΟς ΒΙΒΛΙΟΝ ΑΛΕΞΙ ΛΔΟς ΒΙΒ ΛΙΟΝ ΤΡΙΤΟΝ G et in margine ἀρχή τῆς βασιλείας Λλεξίου τοῦ Κομνηνοῦ add. PGA, om. C. ροις καιροῖς λογοθέτης τῶν σεκρέτων ἐχρημάτισε, πὲμπουσι πρὸς αὐτὸν. ὁ δὲ ἀπελθὼν μετὰ τοῦ τότε ἐπάρχου, ὁ Ῥα δηνὸς δὲ οὗτος ἦν,) εἰσαγαγὼν τὸν βασιλέα εἰς ἀκόντιόν τι μικρόν, ἀπέρχεται μετ᾿ αὐτοῦ εἰς τὴν τῆς Περιβλέπτου μονὴν περιώνυμον· εἶτα τὸ μοναδικὸν αὐτῷ ἄμφω προτρέπονται ἀμφιάσασθαι σχῆμα. τοῦ δὲ ἐς νέωτα τοῦτο ὑπερτιθεμένου, οὗτοι δεδιότες, ἔτι ὲν συγχύσει καὶ ἀταξίᾳ τῶν πρα- Ρ. 71 γμάτων ὄντων, μή τι ἀπὸ τοῦ μέρους τῶν δούλων ἐκείνων καὶ τῶν ἐκ τοῦ Χώματος αὖθις νεωτερισθῇ, κατηπειγμένως τὴν τῶν τριχῶν ἀποκοπὴν αὐτῷ συνεβούλευον. καὶ πείθεται τούτοις καὶ τοῦ ἀγγελικοῦ τηνικαῦτα ἀξιοῦται σχήματος. οἷα τὰ τῆς τύχης. ὑψοῦ μὲν αἴρει τὸν ἀνθρώπινον βίον, ὅτε ἐπιμειδιᾷν αὐτῷ θελήσειε, καὶ διάδημα βασιλικὸν αὐτῷ περιτίθησι καἰ περιπορφύρει τὰ πέδιλα· ἐπὰν δὲ τὰς ὀφρῦς τούτοις ἐπισυνάξει, ἀντὶ τῆς πορφυρίδος καὶ τῶν στεμμάτων τὰ μέλανα ῥάκη καταμφιέννυσιν. ὅπερ δὴ καὶ τῷ βασιλεῖ Βοτανειάτῃ ξυμβέβηκεν. ἐρωτηθεὶς δὲ πάρα του τῶν συνή- Β θῶν, εἰ εὐφόρως τὴν μεταβολὴν φέρει, φησιν “ἡ τοῦ κρέως με μόνον ἀποχὴ ἀνιᾷ, τῶν δ’ ἄλλων ὀλίγη μοι ἡ φροντίς." ἡ μέντοι βασιλὶς Μαρία συνάμα τῷ υἱῷ Κωνσταντίνῳ, ὄιν ἐκ τοῦ προβεβασιλευκότος Μιχαὴλ ἔσχε τοῦ Δοόκα, ἔτι τοῖς 1. καιροῖς om. P, add. CG, ἐν ὑστέρω Α. 2. αὐτόν : τὸν βοτανιάτην A. τότε : τηνικαῦτα C et in margine P. Ῥαδινὸς GA. 3. εἰσαγαγόντες αὐτόν εἰς ἀκάτιον μικρὸν, εἰς τὴν τῆς Π. μονὴν ἀπάγουσι καὶ τὸ Α. 5. μοναχικὸν Α. προπέμπονται C. 8. ἐκείνου Α. 9. αὖθις add. CG et in margine P. 10. καὶ om. A. 13. θελήσειε A, θελήσαι PG. 15. ἐπισυνάξῃ C. 16. καὶ om. G. ig. με om. C. 20. καὶ τῶ A. βασιλείοις προσέμενε, δεδοικυῖα περὶ ξανρῷ Μενελάῳ κατὰ τὴν ποίησιν, πρόφασιν ἀδιάβλητον τῆς καρτερίας τὴν συγγένειαν ἔχονσα, κεν τινες ὑπὸ φθόνου παρακεκινημένοι ἄλλ᾿ ἄττα περὶ αὐτῆς ὑπετόπαζον. προεφθάκει γὰρ τὸν μὲν γαμβρόν, τὸν δὲ θέτον υἱὸν εἰσποιήσασθαι. ταῦτα δὲ ἀνέπεισεν C αὐτὴν οἰκοδομεῖν, οὐκ αἰτία τις κατὰ τὼς πολλοὺς ἐπίψογος, οὐδὲ τὸ τῶν ἀνδρῶν ἐκείνων ἐπαγωγὸν καὶ εὐπρόσιτον, ἀλλὰ τὸ ἐπ’ ἀλλοτρίας εἶναι, μὴ συγγενῆ, μὴ συνήθη, μηδένα τὸ παράπαν ὁμόχθονα κεκτημένην. οὐκ ἤθελεν οὑν ἀσυντάκτως ἐκεῖεν ἐκστῆναι, δεδοικυῖα μή τι κακὸν συμβαίῃ τῷ παιδί, ἂν ἐκεῖθεν ἔξέλθῃ πρὸ τοῦ ἐχέγγυον τι ἀσφαλείας λαβεῖν ὁποῖα ὲν ταῖς μεταπτώσεσι τῶν βασιλέων συμβαίνειν εἴωθεν. ἦν γὰρ τὸ παιδίον καὶ ἄλλως ὡραῖον καὶ ἔτι νέον, οὔπω τὸν ἕβδομον χρόνον ὑπερελάσαν, καὶ οὐ νέμεσις, εἰ τοὺς ἐμοὺς ἐπαινοίην, ὑπὸ τῆς τῶν πραγμάτων ἀναγκαζομένη φύσεως,) D ἡδὺ μὲν οὐκ ὲν λόγοις μόνον, ἀλλὰ ναὶ ἐν παντοίαις κινήσεσι κω περιστροφαῖς παιγνίων ἀπαραμιλλον, ὡς οἱ τότε παρόντες ὕστερον ἔλεγον, ξανθὸν καὶ λευκὸν ὥσπερ γάλα, ἐρυθήματος μεστόν ὅπου δέοι, καὶ ὁποῖον τὰ τῶν καλύκων ἄρτι ἔξαστράπτοντα ῥόδεα· οἱ δὲ ὀφθαλμοὶ οὐ λευκοί, ἀλλ᾿ ἱέρακος ἐοικότες καὶ λάμποντες ὑπὸ ταῖς ὀφρύσιν ὡσπερ έν χρυσῇ σφενδόνῃ· κἀντεῦθεν ποικίλαις τέρψεσι τέρπον τοὺς 3. ἀλλά τα Α. 8. καὶ μὴ συγγενῆ P. συγγενεῖ μὴ συνήθει G. an μηδ’ ἕνα? 9. κεκτημένη G. 11. ἐξέλθοι ρ. 13. βασιλειῶν G. 22. σφεδόνῃ: ψηφίς addit Longus 4 p. 123, quem h. 1. imitatur. τέρπων G. V. 61 ὁρῶντας, οὐράνιόν τε καὶ οὐκ ἐπίγειον κάλλος δοκοῦν, κα τὸ ὅλον, εἶπεν ἄν τις ἰδών, ὁποῖον τὸν Ἔρωτα γράφουσιν. P. 72 αὕτη ἡ ἀληθὴς αἴτια τῆς εἰς τὰ βασίλεια τῆς βασιλίδος ἐγκαρτερίας. ἐγὼ γὰρ καὶ ἄλλως φύσει τὸ λογοποιεῖν καὶ καινά τινα ἀναπλάττειν ἀποστρέφομαι, εἰδυῖα σύνηθες τοῦτο εἷναι τοῖς πολλοῖς, καὶ μᾶλλον ὁπηνίκα ὑπὸ φθόνου καὶ χαιρεκακίας ἁλίσκοιντο, καἰ οὐ ταχὺ ταῖς διαβολαῖς συμφέρομαι τῶν πολλῶν· ἀλλὰ καί ἄλλοθεν τὴν ἐν τοῖς τοιούτοις ἀσφάλειαν ἔσχον, ἐκ παιδαρίου συνατραφεῖσα τῇ βασιλίδι καί οὔπω τὸν ὄγδοον ὑπερελάσασα χρόνον. πολὺ δὲ τὸ περὶ ἐΜ φίλτρον ἔχουσα, τῶν ἀπορρήτων πάντων κεκοινώνηκε. καὶ πολλῶν μὲν καὶ ἄλλων περὶ τούτων λεγόντων ἀκήκοα καὶ πρὸς Β ἄλλους διαφερομένων, τῶν μὶν οὕτως, τῶν δὲ οὕτω ἐκλαμβανομένων τὰ τότε πραχθέντα, ἑκάστου πρὸς τὴν ἰδίαν τῆς ψυχῆς κατάστασιν καὶ ὡς πρὸς αὐτὴν εὐνοίας ἡ μίσους εἶχε, καὶ οὐ πάντας τῆς αὐτῆς ἑώρων γνώμης· ἠκηκόειν δὲ πολλάκις καὶ αὐτῆς διηγουμένης, ὁπόσα ξυμβέβηκεν αὐτῇ καὶ εἰς οἶον φόβον καὶ μᾶλλον περὶ τοῦ παιδὸς ἐπεπτώκει, ὁπηνίκα ὁ βασιλεὺς Νικηφόρος τὴν βασίλειαν ἀπετίθετο. καὶ κατά γε ἐμὲ κριτὴν καὶ τοὺς πολλοὺς τῶν ἀρίστων καἰ ἀληθείας ἐπιμελουμένων, ὁ τοῦ παιδὸς πόθος αὐτὴν ἐν τοῖς βασιλείοις πρὸς ὀλίγον τότε κατέσχηκεν. ἀλλὰ τὰ μὲν περὶ τῆς βασιλίδος Μαρίας τοσαῦτα. ὁ δέ γε τέως τῶν σκήπτρων δρα- 9. παιδόθεν CG. lege συνανατραφεῖσα. 11. κεκοίνωκε G. 22. τότε om. G. ἀμενος Ἀλέξιος ἂν ἐμὸς πατὴρ εἴσω τῶν βασιλείων γενόμενος, C τὴν μὲν ἰδίαν σύνευνον πεντεκαιδέκατον ἔτος ἄγουσαν ὢν ταῖς ἀδελφαῖς καὶ τῇ μητρὶ καἰ καίσαρι τῷ πρὸς πατρὸς αὐτῆς πάππῳ ἐν τῷ κάτω καταλελοίπει παλατίῳ. οὕτω γὰρ ἔφθασε καλεῖσθαι, ἀπὸ τῆς τοῦ τόπου θέσεως τὴν λαχόν. αὐτὸς δὲ μετὰ τῶν ἀδελφῶν καὶ τῆς μηρὸς καὶ τῶν ἐξ ἀγχιστείας προσηκόντων αὐτῷ γαμβρῶν εἰς τὸ ὑπερκείμενον παλάτιον ἄνεισιν, ὃ καὶ Βουκολέων ἐπονομάζεται ἐξ αἰτίας τοιᾶσδε. καὶ γὰρ ἀγχοῦ τῶν τούτου τειχῶν λιμὴν δι’ ἐγχορήγου καὶ μαρμάρων πάλαι τῶν χρόνων ᾠκοδόμητο, ὅπου ὁ λίθινος λέων ζωγρεῖ τὸν βοῦν. ἔχεται γὰρ D τοῦ κέρως τοῦ βοός, καὶ ἐξαυχενίσας αὐτόν, ἐμφύεταί πως τῷ λαιμῷ. ὥ οὗ δὴ καὶ Βουκολέων ὁ τόπος ὅλος ὠνόμασται, τά τε ἐν ἠπείρῳ οἰκοδομήματα καὶ αὐτὸς δὴ ὁ λιμήν.