Ὁ δέ γε Βοτανειάτης τὴν τῶν Κομνηνῶν τοιαύτην ἐπιχείρησιν ὁρῶν πολυπληθῆ τε καὶ ἐκ παντοίων συνειλεγμένην ἀνδρῶν ἀνδρῶν καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως ἐπειγομένην Β ἤδη ἐγγίσαι, τὸν δέ Μελισσηνὸν Νικηφόρον περὶ τὴν Δάμαλιν μαλιν φράσαντα οὐχ ἥττω τούτων δύναμιν ἔχοντα καὶ τῆς βασιλείας ὡσαύτως ἀντιποιούμενον, μὴ ἔχων ὅ τι καὶ δράσειε, μηδ’ ἀντιπαλαμᾶσθαι δυνάμενος πρὸς ἄμφω τὰ μέρη, ὑπὸ τοῦ γήρως ὑπόψυχρος τε ὢν καὶ μᾶλλον περιδεὴς, κἂν ὲν νεότητι ἀνδρικώτατος ἢν , τοσοῦτον μόνον τότε ανεπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυε, καὶ ἀπενενεύκει μᾶλλον μᾶλλον πρὸς τὸ τῆς βασιλείας ἐκστῆναι. ἔνθεν τοι καὶ ἔκπληξις κατεῖχε καὶ θόρυβος ἅπαντας , καὶ ἁλώσιμα 3. ὑπέρ G. 4. τοῦ om. G. 6. ἀνέγειρεν P. 10. καὶ ter tium om. G. 1 1. γε om. Λ Κομν. ἀποστασίαν ὁρῶν Λ 13. ἐπαγομένην CG, ἐγγίζουσαν Α. 19, τότε μόνον P. ἀνέπνει πωει em. Diesterwegius, codices ἀπέπνει. 20. αὐτῷ Α. ad Β πάντα ἐδόκει γενήσεσθαι πάντοθεν. ὡς δὲ δυσχερὴς ἡ τῆς πόλεως ἅλωσις τοῖς Κομνηνοῖς κατεφαίνετο, (αἱ δὲ ἐκ διαφόρων ξενικῶν τε καὶ ἐγχωρίων συνελέγοντο· ὅπου δὲ C πληθὺς διάφορος, ἐκεῖ καὶ τὸ τῆς γνώμης διάφορον κατα- φαίνεται,) ὁ τὸ νέον ἐνδεδυκὼς πέδιλον Ἀλέξιος τὸ δυσάλωτον τῇς πόλεως καὶ τὸ τῶν στρατιωτῶν παλίμβολον ὑποτοπάζων, εἰς ἑτέραν ἐτράπετο γνώμην, ἴνα θωπείαις τισὶ καὶ ὑποσχέσεσιν ὑποποιησάμενός τινας τῶν φυλαττόντων τὰ τείχη καὶ κλέψας αὐτῶν τὴν γνώμην, οὕτως αἱρήσῃ τὴν πό- λιν. ταῦτα δι’ ὅλης τῆς νυκτὸς μελετήσας, εἰς τὴν σκηνὴν τοῦ καίσαρος ἅμα πρωῒ παραγίνεται, ἀπαγγέλλων τὰ σκοπηθέντα καὶ ἀξιῶν ἅμα συνέψασθαί οἱ καὶ κατασκοπῆσαι τὰ τείχη καὶ τὰς ἐπάλξεις ἀναθεωρῆσαι καὶ τοὺς φυλάσσοντας D ἦσαν γὰρ ἐκ διαφόρων) καὶ διαγνῶναι, ὅπως δυνατόν έστιν ἁλῶναι τὴν πόλιν. ὁ δὲ βαρέως τοὐπίταγμα ἔφερεν, ἄτε τὸ μοναχικὸν οὔπω πρώην περιβεβλημένος ἀμφίον, καὶ σύνεις ὅτι καταγελῷτο ἂν ὑπὸ τῶν περὶ τὸ τεῖχος ἱσταμένων καὶ τἀς ἐπάλξεις, εἰκότως τὸν πλησιασμὸν τῶν τειχῶν ἀνε- δύετο. ὅπερ κω πέπονθεν. ὡς γὰρ βιασθεὶς τῷ Ἀλεξίῳ συνηκολούθηκεν, εὐθὺς αὐτὸν ἀπὸ τῶν τειχῶν ἑωρακότες τὸν P.62 ἀββᾶν μετά τινος προσθήκης ὑβριστικῆς διετώθαζον. ὁ δὲ 2. δὲ : an γὰρ? 5. ἐνδεδυμένος G, ἐμβεβηκὼς A. 10. ταῦτα δὲ ὅλης P, δι’ G, καἰ δὴ δι᾿ οὔλης Α. τῆς add. Α. συνέψεσθαί Α. 16. οὐ πάνυ πρώην A. βεβλημένος A. 18. τὸν om. G. 21. ἄβαν A. ν ἐπισυνάξας τὸ ἐπισκύνιον καἰ ἔνδοθεν ὑβριζόμενος παρ’ οὐδὲν ἐλογίζετο, πρὸς δὲ τὸν προκείμενον σκοπὸν ὅλον εἶχε τον νοῦν. εἰώθασι γὰρ οἱ φρόνημα στάσιμον ἔχοντες ἐμμένειν ἐφ’ οἶς ἂν κρίνωσι, τῶν δ’ ἔξωθεν ἐπισυμβαινόντων καταφρονεῖν. ἐπυνθάνετο γοῦν, τινες ἂν εἶεν οἱ ἑκασταχοῦ τοὺς πύργους φυλάσσοντες. ὡς δὲ ἐνταῦθα μὲν ἐφεστάναι τοὺς ἀθανάτους λεγομένους ἐμάνθανε, (στράτευμα δὲ τοῦτο Ῥωμαϊκῆς δυνάμεως ἰδιαίτατον,) ἐκεῖσε δὲ τοὺς ἐκ τῆς θού- Β λης Βαράγγους, (τούτους δὴ λέγω τοὺς πελεκυφόρους ἀλλαχόσε δὲ τοὺς Νεμίτζους, (ἔθνος δὲ καὶ· βαρβαρικὸν καὶ τῇ βασιλείᾳ Ῥωμαίων δουλεῦον ἀνέκαθεν ,) φησὶ πρὸς τὸν Ἀλέξιον παραινῶν, μήτε τοῖς Βαράγγοις ἐμβαλεῖν, μήτε τοῖς ἀθανάτοις προσεμβαλεῖν. οἱ μὲν γὰρ αὐτόχθονες ὄντες τῷ βασιλεῖ, πολλὴν τὴν εἰς αὐτὸν ἐξ ἀνάγκης V. 54 ἔχοντες εὔνοιαν, θᾶττον ἂν τὰς ψυχὰς παραδοῖεν ἥ πονηρόν τι κατ’ αὐτοῦ μελετῆσαι πεισθήσονται· οἱ δέ γε ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντες πάτριον παράδοσιν καὶ οἶον παρακαταθήκην τινὰ καὶ κλῆρον τὴν εἰς τοὺς αὐτοκράτορας πίστιν καὶ τὴν τῶν σωμάτων αὐτῶν φυλακὴν ἄλλος ἐξ ἄλλου διαδεχόμενοι, τὴν πρὸς αὐτὸν πίστιν ἀκράδαντον διατηροῦσι καὶ οὐδὲ ψιλὸν πάντως ἀνέξονται περὶ προδοσίας λόγον. τῶν δέ γε Νεμίτζων ἀποπειρώμενος, ἴσως οὐ πόρρω βαλεῖ ἀλλ᾿ εὐτυχήσει τὴν εἴσοδον ἀπὸ τοῦ ὑπ᾿ αὐτῶν τηρουμένου πύρ- 1. ἐπισκήνιον Α. 2. πρὸς δὲ : ἀλλ’ ἐπὶ Α. 4. κρίνωσιν P 11. δουλεύων PG, correxi. 18. καὶ κλῆρον om. CG. 22. ἀποπειρώμενον — βάλλειν A. γου. πείθεται τοίνυν τὸ ἐντεῦθεν Ἀλέξιος τοῖς τοῦ καίσαρος λόγοις ὥσπερ έν θείας ὀμφῆς τούτους δεξάμενος. διά τινος ἒν ἀποσταλέντος πὰρ αὐτοῦ τὸν ἡγεμόνα τῶν Μεμίτζων κάτωθεν ἐπιμελῶς ἀνεζήτει· ὁ δὲ ᾶνωθεν προκύψας, πολλά τε εἰπὼν καὶ ἀκούσας, συντίθεται ταχὺ προδοῦναι τὴν πόλιν. ἧκεν οὖν τὴν ἀγγελίαν ταύτην κομίζων οἱ στρατιώτης ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Ἀλέξιον τὸ παρ’ ἐλπίδας, περιχαρεῖς γενόμενοι, μάλα προθύμως ἐπιβαίνειν τοῖς ἵπποις ἡτοιμάζοντο.