Μετέωροι δὲ ἦσαν ἅπαντες καραδοκοῦντες τὸ μέλλον καὶ τὸν ἐλπιζόμενον ἀναρρηθῆναι βασιλέα ἐπιποθοῦντες ἰδεῖν. οἱ πλείους δὲ Ἀλεξίῳ τὸ κράτος ἐπηύχοντο ἀλλ’ οὐδ’ ὢ περὶ τὸν Ἰσαάκιον ἀναπεπτώκεσαν, ὡς ἐνόν, ἅπαντας μεταχεειριζόμενοι. στάσις δὲ ἦν ἀσύμβατος κατὰ τὸ φαινόμενον, τῶν μὲν τοῦτον , τῶν δ’ ἐκεῖνον οἰακοστρόφον τῆς βασιλικὴ περιωπῆς ἱμειρομένων γενέσθαι. παρῆσαν δὲ τότε καὶ οἱ ἑ ἀγχιστείας τῷ Ἀλεξίῳ προσήκοντες, ὁ ἄνωθεν μνημονευθεὶς καῖσαρ Ἰωάννης ὁ Δούκας, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, ὃν κἀγὼ κἀγὼ ὀλίγον φθάσασα τεθέαμαι τεθέαμαι, καὶ Μιχαὴλ καὶ Ἰωάννης οἱ τούτου ἔγγονοι , ναὶ μὴν καὶ ὁ τούτων ἐπ’ ἀδελφῇ γαμβρὸς Γεώργιος ὁ Παλαιο- 2. ἐπισπεύσαντος Α. 4. τοῦτον : τὸν Ἀλέξιον Α. 6. Βοανιάτου GA. 7. δ’ ἱκανὰ παυσάμενοι G. 8. αὐτῇ Α. ΙΙ. δ’ G. πάντες G. 12. ἰδεῖν oin. CG. 14. ἄπαντες G. 17. ἡμειρομένων P. P. 22. καὶ om. G. λῷος , συμπαρόντες αὐτοῖς καὶ ἀγωνιῶντες καὶ τὰς ἀπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν διαστρέφοντες γνώμας, καἰ πάντα καλων, ὅ φασι, κινοῦντες καὶ πᾶσαν εὐφυῦς εὐφυῶς τεχναζόμενοι, ὥστε τὸν Ἀλέξιον ἀναρρηθῆναι τοιγαροῦν καὶ τὰς ἁπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν μετέφερον γνώμας. ἔνθεν θεν τοι καἰ τοὺς τῷ Ἰσαακίῳ προσανέχοντας κατὰ βραχὺ ἐλαττοῦσθαι συνέβαινεν. ὅπου γὰρ Ἰωάννης ὁ καῖσαρ ἦν, οὐδεὶς τῶν ἁπάντων ἀντέχειν ἠδύνατο. ἦν γὰρ ἀπαράμιλλος D ὦτος κάτα τε φρονήματος ἄγκον καἰ σώματος μέγεθος καὶ μορφὴν τυράννῳ προσήκουσαν. τι μὲν οὐκ ἔπραττον οἱ Δοῦκαι; τί δὲ οὐκ ἔλεγον; τι δὲ οὐχ ὑπισχνοῦντο ἀγαθὸν ἔσεσθαι σθαι τοῖς τοῖς τε λογάσι καὶ τῷ κοινῷ τοῦ στρατοῦ, εἰ ἐπὶ τὴν βασίλειον περιωπὴν Ἀλέξιος ἀναβαίνῃ ; φάσκοντες ὡς “μεγίσταις σταὶς ὑμᾶς δωρεαῖς καἰ τιμαῖς ἀνταμείψεται, ὡς ἐκάστῳ προσήκει καὶ οὐχ ὡς ἔτυχε, καθάπερ οἱ ἀμαθεῖς καὶ ἄπειροι τῶν ἡγεμόνων, διὰ τὸ καὶ στρατοπεδάρχης ὑμῶν χρόνον ἤδη πολὺν χρηματίσαι καὶ μέγας τῆς ἐσπέρας δομέστικος, καὶ κοινῶν νῶν ἁλῶν ὑμῖν μετασχεῖν, ὲν λόχοις τε καὶ τοῖς κατὰ συστάδην πολέμοις γενναίως ὑμῖν συναγωνιζόμενος, μὴ σαρκῶν, μὴ μεολῶν, μηδὲ τῆς ψυχῆς αὐτῆς ὑπὲρ τῆς ὑμῶν φειδόμενος σωτηρίας όρη τε τε καὶ· πεδιάδας μεθ’ ὑμῶν πολλάκις διελθών, τὰς ἐκ τῶν μόθων κακοπαθείας ἐπιστάμενος. καὶ ἀκριβῶς ἅπαντας ὁμοῦ καὶ καθ’ ἕνω γινώσκων, Ἀρηΐριλός τε ὤν καἰ 18 λόχοις P in niaryine , λόγοις PG. 19. ἡμῖν G. 20 φεισάμενος P. 21. ἐλθών P. γ’. μόχθων CG. καὶ κακοπαθείας κακοπαθείας G. τοὺς γενναίους τῶν στρατιωτῶν ἐξόχως ποθῶν." ἀλλὰ ταῦτα μὲν οἱ Δοῦκαι· ὁ δέ γε Ἀλέξιος πολλῆς τιμῆς ἠξίου τὸν Ἰσαάκιον, ἐν πᾶσιν αὐτὸν προτιμώμενος, εἴτε διὰ τὸ φίλτρον B τῆς ἀδελφότητος ἥ καὶ μᾶλλον , ὅ καὶ λεκτέον, ἐπειδὴ ἡ μὲν στρατιὰ ξύμπασα πρὸς τοῦτον ξυνέρρει καὶ τὴν αὐτοῦ βασιλείαν κατέσπευδε , πρὸς δὲ τὸν Ἰσαάκιον οὐδ’ ὁπωστιοῦν ἐπεστρέφετο, ἔχων ἐκεῖθεν τὸ κράτος καὶ τὴν ἰσχὺν καὶ κατ ἐλπίδας αὐτῷ τὸ πρᾶγμα γινόμενον ὁρῶν, παρεμυθεῖτο τὸν ἀδελφὸν τῇπρὸς πρὸς τὴν βασιλείαν ὑποποιήσει , πρᾶγμα οὐδὲν ἐκ τούτων πάσχων ἀβούλητον , εἰ αὐτὸς μὲν παρὰ τῆς στρα τιᾶς ἁπάσης εἰς τοὺς ὑπερηφάνους ἄξονας ἀναρπάζοιτο, ὁ δὲ λόγοις ὑποσαίνοι τὸν ἀδελφὸν καὶ πρόσχημα ποιοῖτο τὴν τοῦ κράτους δῆθεν ἐκχώρησιν. τοῦ καιροῦ γοῦν οὕτω τριβομένου, C συνείλεκτο τὸ ὁπλιτικὸν ἅπαν περὶ τὴν σκηνήν, μετέωροι ὄντες καὶ τὴν ἰδίαν ἕκαστος ἐπιθυμίαν εὐχόμενος τε, V. 51 λεσθῆναι. ἀναστὰς δὲ ὁ Ἰσαάκιος καἰ λαβὼν τὸ φοινικοβαφὲς πέδιλον ὑποδιδύσκειν τὸν ἀδελφὸν ἐπειρᾶτο· ὡς δὲ ἐκεῖνος πολλάκις ἀνένευεν, “ἔα" φησίν, “ὁ θεὸς διὰ σοῦ τὸ γένος ἡμῶν ἀνακαλέσασθαι βούλεται. ἀναμνήσας καὶ ὧν ὁ φανεὶς ποτε περί που τὰ Καρπιανοῦ λεγόμενα ἐκ τῶν βασιλείων σιλείων οἴκαδε ἀπερχομένων ἀμφοτέρων τῶν ἀδελφῶν, πρὸ αὐτὸν ἀπεφοίβασεν. ἐκεῖσε γὰρ γενομένοις ἀνήρ τις τούτοις 2. γε om. G. 3. to om. G. 10. τούτου G. ὑποσαίνει C. 17. δ’ Α. 20. Καρπιανοῦ CG, Καρπιανῶν P, καρπιανὰ A. vid. annotat. 21. ἀμφοτέρων om. Α. au. γενόμενος G. ὑπηντηκώς, εἴτε τῶν κρειττόνων τις ὢν ἥ ἄλλως ἄνθρωπος, τῶν μελλόντων, ὡς ἀληθῶς εἰπεῖν, διορατικώτατος · ἐδόκει δ’ οὐν ὶερεὺς τὸ φαινόμενον, ἀπὸ γυμνῆς τῆς κεφαλῆς προσ D ερχόμενος, πολιὸς τὴν τρίχα, τὸ γένειον λάσιος· ἐπιλαμβάνεται τῆς κνὴμης τοῦ Ἀλεξίου καὶ πρὸς ἑαυτὸν πεζὸς ὤν ἱππότην ἐφελκυσάμενος, πρὸς τὸ οὐς τὸ οὐς τοῦτο δὴ τὸ τῆς Δαυιτικῆς ἀνεφθέγξατο γύρας “ἔντεεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἔνεεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης," καὶ προσεῖπε τῷ λόγῳ “αὐτόκρατορ Ἀλέξιε." ταῦτα εἰπὼν καὶ οἶον προμαντευσάμενος ἀφανὴς ᾤχετο. οὐδὲ γὰρ ἦν τῷ Ἀλεξίῳ ἁλώσιμος, ἁλώσιμος καίτοι πανταχόσε περιπαπταίνοντι , εἰ που καὶ τοῦτον θεάσαιτο , καἰ δὴ καἰ ὅλους λύσαντι χαλινοὺς καὶ τοῦτον μεταδιώκοντι, εἰ που καταλάβοιτο, ἵνα τις τε εἴη καὶ ὁπόθεν ἀκριβέστερον μάθοι. ἀλλ’ ὅμως ἀφανέστατον ἢν τὸ θεαθέν. θεαθέν. δὲ ὑποστρέψαντα ὁ ἀδελφὸς Ἰσαάκιος πολλά τε περὶ τοῦ φανέντος ἐξεπυνθάνετο καὶ τὸ ἀπόρρητον ἤξὶου παραγυμνοῦν· ὡς δὲ ἐνέκειτο ἀπαιτῶν ὁ Ἰσαάκιος, ὁ Ἀλέξιος τὸ ἐντεῦθεν τὰ πρῶτα μὲν ἀναβαλλομένῳ ἐῴκει , μετὰ ταῦτα δὲ καὶ τὸ λαληθὲν μυστικῶς πρὸς αὐτὸν ἔξωρχεῖτο. P. 59 yetTO. αὐτὸς μὲν τοῖς ἔξωθεν λόγοις καὶ πρὸς τὸν ἀδελφὸν πλάσμα τὸ λεχθὲν ἐπεξηγούμενος καὶ φενάκην εἶναι ἐφθέγγετο, κατὰ κατὰ νοῦν δὲ ἔλκων τὸν φανέντα ἐκείνῳ ἱεροπρεπῆ ἄν- 1. ἀπηντηκὼς P. ἄλλος A. 7. ἔντειναι C. 9. αὐτόκρατορ C, αὐτοκρὰτωρ PGA. Ἀλέξιος Α. 12. δὴ οm. C. καὶ tertium om. G. 13. εἴπω G. ante καταλάβοιτο add. καὶ P. 17. ἠξίουν GP, recle C. 21. εἶναι ἐφθέγγετο add. A. καὶ ἐκεῖνον minus recte coni. Hoeschel. δρᾶ εἰς εἰς τὸν τῆς βροντῆς υἱὸν θεόλογον παρείκαζεν. ἐπεὶ δὲ τὰ τοῦ γέροντος προμαντεύματα καἰ ἅπερ εἶπεν ἐκεῖνος έν λόγοις λόγοις, ὁ Ἰσαάκιος ἐν τοῖς πράγμασιν ἐθεᾶτο, ἐνίστατό τε ἀνδρικώτερον αὐτὸν βιαζόμενος καὶ τὸ ἐρυθροβαφὲς ἐνδιδύσκει ὑπόδημα, καὶ μᾶλλον ὁρῶν τοῦ ὁπλιτικοῦ παντὸς τὴν διάπυρον ἐπιθυμίαν πρὸς τὸν Ἀλέξιον. καὶ τὸ ἐντεῦθεν ἐξῆρκον Β οἱ Δοῦκαι τῆς εὐφημίας , τά τε ἄλλα τὸν ἄνδρα καὶ οὖτοι ἀποδεχόμενοι καὶ διότι ἡ τούτων προσγενὴς Εἰρήνη καὶ μήτηρ ἐμὴ κατὰ νόμους συνῆπτο τῷ ἐμῷ πατρί. σύναμα δὲ τοὺτοις καὶ οἱ ἐκ τοῦ αἵματος συμφυεὶς αὐτῶν ἀναβλαστήσαντες τὸ αὐτὸ προθύμως ἐποίουν. τὸ δέ γε λοιπὸν τοῦ στρατοῦ διαδεξάμενον τὴν εὐφημίαν, σχεδὸν εἰς αὐτὸν τὸν οὐρανὸν ἀνέπεμπον τὰς φωνάς. καὶ ἦν ἰδεῖν καινόν τι τηνικᾶτα συμβαῖνον, συμβαῖνον, τοὺς πρότερον διῃρημένους τὰς γνώμας καὶ θάνατον ἐλέσθαι μᾶλλον ἡ τῆς σφῶν ἐπιθυμίας ἀποτυχεῖν χεῖν βουλομένους, ὁμογνώμονας ἐν μιᾷ καιροῦ ῥοπῇ γεγονότας, καὶ τοσοῦτον, ὡς μηδ’ εἴ ποτε στάσις μεταξὺ τούτων ὅλως ἦν ἐπιγινώσκεσθαι. C