Τῇς πόλεως τοίνυν Κυζίκου κατασχεθείσης παρὰ τῶν Τούρκων, πυθόμενος τὴν τῆς πόλεως ἅλωσιν ὁ αὐτοκράτωρ, τὸν Κομνηνὸν αὐτίκα μετεκαλεῖτο Ἀλέξιον. ἔτυχε γὰρ κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Ἰσαάκιος ἐληλυθώς. ὡς δὲ εἰσερχόμενον τοῦτον παρὰ τὴν συνθήκην ὁ ἀδελφὸς Ἰσαάκιος ἐθεάσατο, προσελθὼν ἠρώτα ὅτου χάριν παρεγένετο. ὁ δ’ εὐθὺς τὴν αἰτίαν εἰρήκει, “ὅτι μέ" φησιν “ὁ αὐτοκράτωρ προσεκα- C λέσατο." εἰσελθόντων οὖν ἀμφοῖν καὶ τὴν συνήθη προσκύνησιν ποιησαμένων, ἐπεὶ ἀρίστου καιρὸς ἤδη παρῆν παρῆν, προσμεῖναι μικρὸν παρακελευσάμενος, προστάττει κοινῆς αὐτῷ τραπέζης μετειληχέναι. καὶ δὴ διαιρεθέντες ὁ μὲν περὶ τὸ δεξιὸν καθῆστο τῆς τραπέζης, ὁ δὲ πέρι τὸ εὐώνυμον, ἀντικρὺ ἀλλήλων. μετ’ ὀλίγον δὲ τοῖς περιεστῶσιν ἐνατενίσαντες, μετὰ 1. τὸ om. A. 2. ἦν: an ἤει? 3. ἵνα p. 9. ἀφορμισθεὶς A. 16. ὁ δὲ. P. 17. παρεκαλέσατο G. 18. ἄμφω A. 20. κοινῆς αὐτῷ: τούτους κοινῆς A, 21. δεξιὸν μέρος τῆς τραπέζης P, δεξ. καθῆστο τραπέζης G, recte CA. ακυθρωπότητος ψιθυρίζοντας ἑώρων. δείσαντες οὖν μή τι κατ᾿ αὐτῶν μελετῶσιν οἱ δοῦλοι καὶ ὑπόγυιος αὐτοῖς ὁ κίνδυνος εἴη, λαθριδίοις βλέμμασιν ἀλλήλοις ἐνητένιζον, μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν. ἐπεὶ δὲ πρὸ πολλοῦ τοὺς περὶ τὸν βασιλέα ἅπαντας μειλιχίοις λόγοις, προπομπαῖς τε καὶ D παντοίαις δεξιώσεσιν ἐσφετερίζοντο, καὶ αὐτὸν τὸν ὀψοποιὸν δεξιωσάμενοι ἱλαρὸν αἰτοῖς προσβλέπειν ἀνέπεισαν, τούτῳ προσελθών τις τῶν θεραπόντων Ἰσαακίου τοῦ Κομνηνοῦ φησίν “ἀπάγγειλον τῷ κυρίῳ μου τὴν τῆς Κυζίκου ἅλωσιν. γράμμα γὰρ ἐκεῖθεν ἥκει τοῦτο μηνύον." ὁ δ᾿ εὐθὺς ἅμα τε ὄψα τῇ τραπέζῃ παρετίθει ἅπερ παρὰ τοῦ ὑπηρέτου ἀνεδιδάχθη, ἀνεδίδασκε τὸν Ἰσαάκιον ἠρεμαίᾳ φωνῇ. ὁ δὲ μικρὸν ὑποκινήσας τὰ χείλη ἐσήμανε τἀδελφῷ τὸ λεχθέν. ὀξὺς δὲ ὢν περὶ τὸ νοεῖν καὶ πυρὸς θερμότερος ὁ Ἀλέξιος, αὐτίκα ἥρπασε τὸ λεγόμενον. ἀνέπνευσαν οὖν καὶ ἄμφω τῆς κατασχούσης αὐτοὺς ἐννοίας. καὶ γεγονότες ἑαυτῶν ἐσκοποῦντο, P. 48 ἵν᾿ εἴ πού τις αὐτοὺς ἔροιτο περὶ τούτου, ἑτοίμως ἀποκριθήσωνται, εἰ δὲ καὶ ὁ βασιλεὺς αὐτοὺς εἰς βουλὴν ἀγάγοι, προσηκόντως αὐτῷ βουλεύσοιντο. τοιαῦτα τούτων λογιζομένων, ὁ βασιλεὺς ἀπιδὼν πρὸς, τοὺς ἄνδρας, ὡς δὴ ἀγνοοῦντας V. 43 αὐτοὺς τὰ κατὰ τὴν Κύζικον τὴν ἅλωσιν ἀυτῆς ἔλεγεν. οἱ δὲ καὶ γὰρ ἦσαν ἕτοιμοι ψυχὴν θεραπεῦσαι κυμαι- 5. μειλιχίους λόγους G. 6. ἀξιώσεσιν et mox ἀξιωσάμενοι G. 9. ἅλωσιν: κατάσχεσιν A. 12. τῇ φωνῇ G. 15. προήρπασε P. ἀνένευσαν CGA. καὶ oin. G. 18. αὐτοὺς om. G. 21. αὐτοῖς ἔλεγεν Α. 22. ἔτυμοι G. νομένην βασιλέως ἔπι πορθήσεσι πόλεων) ἀνήγειραν τε τὸ πεπτωκὸς τοῦ αὐτοκράτορος φρόνημα καὶ πρὸς ἐλπίδας ἀγα- Β θὰς ἀνεθέρμηναν, ῥᾳδίως τὴν πόλιν ἐπανασωθῆναι κατεγγυώμενοι. “μόνον" φησι “τὸ σὸν κράτος ἐχέτω καλῶς· οἱ δέ γε πολιορκῆται τῆς πόλεως ἑπταπλάστον εἰς τὸν κόλπον αὐτῶν ἀπολήψονται ὦν εἰργάσαντο." τότε μὲν οὖν ἠγάσω τούτους ὁ βασιλεύς, καὶ τῆς εὐωχίας ἀπολύσας τὸ ἑξῆς τῆς ἡμέρας ἀπεριμερίμνως ἔσχε. τὸ ἀΠὸ τοῦδε τοίνυν ἐπιμελὲς ἔσχον οἱ Κομνηνοὶ τοῖς βασιλείοις προσιέναι καὶ τοὺς περ τὸν βασιλέα ἔτι μᾶλλον ἐναγκαλίζεσθαι, χαἰ αὐτοὺς μὶν μὴ διδόναι λαβὴν τὸ παράπαν τοῖ; κατ’ αὐτῶν μελετῶσι, μηδ’ ἡντιναοῦν πρόφασιν ἀπεχθείας αὐτοῖς ὑπανοίγειν· πάντας C δὲ ἀναπείθειν στέργειν αὐτοὺς καὶ τὰ ὑπὲρ αὐτῶν φρονεῖν τε καὶ λέγειν. προσεμηχανῶντο δὲ πλέον ὑποποιεῖσθαι καὶ τὴν βασιλίδα Μαρίαν καὶ οὔλους αὐτοὺς ἐκείνην καὶ βλέπειν καὶ ἀναπνεῖν. ὁ μὲν γὰρ Ἰσαάκιος καὶ τὸ κῆδος τὸ ἐπὶ τῇ ἐξαδέλφῃ αὐτῆς προβαλλόμενος, τὴν παρρησίαν ξυνέτεινεν· ὁ δὲ ἐμὸς πατὴρ οὐχ ἧττον μὲν καὶ διὰ τὴν ἐξ ἀγχιστείας συγγένειαν, πλέον δὲ τὴν υἱοθεσίαν λαμπρὰν ὑπόθεσιν τῶν πρὸς τὴν βασιλίδα εἰσόδων ποιούμενος, παντάπασιν ἀνέμφαντος ἦν καὶ τὸν φθόνον τῶν πονηρευομένων αὐτῷ συνεσκίαζεν. οὐδὲ γὰρ ἐλάνθανεν αὐτὸν τὸ βαρύμηνι τῶν βαρβάρων ἐκεί- D νων δούλων καὶ τὸ τοῦ βασιλέως κουφότατον. καὶ εἰκότως 1. ἐνήγειραν CG. 3. ἐνεθέρμηναν G. ὁ. φασὶ coni. Hoeschel. 6. ἀπολείψονται G. 11. κατ’ om. P. 14. τε om. A. ποοσεποιῶντο P. δέ τι πλέον Α. καὶ om. G. κπεσεῖν τῆς ἐκείνης εὐνοίας ἐφρόντιζον, ἵνα μὴ ἐντεῦθεν τοῖς ἐχθροῖς παρανάλωμα γένοιντο. τὰ γάρ τοι κουφότατα ἤθη εὐμετάφορά πως καὶ Εὐρίπου δίκην ὡς ἐν παλιρροίᾳ περιπλαζόμενα.