Ἐπεῖ γὰρ ὁ βασιλεὺς τεκνογονεῖν διὰ τὸ γῆρας οὐκ ἐπεφύκει, δεδιὼς δὲ καὶ τὸ ἄφυκτον τῆς τοῦ θανάτου τομῆς, περὶ τοῦ διαδεξομένου διεσκοπεῖτο. ἦν δὲ τηνικαῦτα Συναδηνός τις 1. ἀναπληροῦντες G. 3. κατ’ om. G. 4. ἵνα om. A. 5. οὐδὲ τὸν PA. 14. μὲν om. GA. 15. τῷ βὰς. παραδηλ. τὰ κατ’ αὐτοὺς P. 16. δηλῶσαι Α. 19. περιπεπτωκόσι Α. 21. τε καὶ G. 23. διαδεξομένου C, διαδεξαμένου PGA. ἐξ ἀνατολῶν ὁρμώμενος, ἐκ γένους λαμπροῦ, τό εἰδος ὡραῖος, τὴν φρένα βαθύς, ῥωμαλέος τὴν χεῖρα, τὴν ἡλικίαν εἰς μειράκιον παραγγέλλων καί ἄλλως δὲ προσήκων αὐτῷ κατὰ γένος· τῶν ἄλλων μᾶλλον ἐσκέπτετο διάδοχον αὐτὸν τῆς βα- C σιλείας καταλιπεῖν, καθάπερ τινὰ πάτριον κλῆρον τὸ κράτος αὐτῷ διδούς, κακῶς βουλευόμενος. ἐξὸν γὰρ αὐτῷ τὸ ἀσφαλὲς V. 41 μέχρι μέχρι τέλους περιποιήσασθαι, ἅμα δὲ καὶ δίκαιόν τι σκοπεῖν τὴν αὐτοκράτορος ἐξουσίαν τῷ τῆς βασιλίδος υἱῷ Κωνσταντίνῳ καταλιπεῖν καὶ ὡς οἷόν τινα κλῆρον πρὸς πάππου καὶ πατρὸς αὐτῷ διαφέρουσαν, καὶ τὴν βασιλίδα μᾶλλον διὰ. τοῦτο ἐπ’ αὐτῷ θαρρεῖν καὶ τὸ εὔνουν ἐπαύξειν, λέληθεν ἑαυτὸν ὁ γηραλέος ἄδικά τε κὼ ἀξύμφορα διασκοπούμενος καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τεκταίνων κακά. τούτων ὑποψιθυριζομένων ᾔσθετο ἡ βασιλὶς καὶ περίλυπος ἠν, τὸν D τοῦ παιδὸς κίνδυνον ὑφορωμένη. κὼ ἦν ἀθυμοῦσα μέν, οὐδενὶ δὲ τὴν λύπην ἐξορχουμένη. τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθεν. εὐκαιρίαν οὖν, ἣν ἐζήτουν, εὑρηκότες, τῇ βασιλέδι προσελθεῖν ἐβουλεύσαντο. τῆς δὲ πρὸς αὐτὴν ὁμιλίας τὴν καταρχὴν ἡ μήτηρ τῷ Ἰσαακίῳ ἐπέτρεψε συμπαρόντος αὐτῷ τἀδελφοῦ Ἀλεξίου. τῶν δὲ προσελθόντων τῇ βασιλίδι ὁ Ἰσαάκιός φησι πρὸς αὐτήν “οὐχ ὡς χθὲς καὶ πρότριτα ὁρῶμέν σε, δέσποινα, ἔχουσαν, ἀλλ’ ὡς ὑπὸ λογισμῶν ἀνεκ- 2. ἐϛ Α. μᾶλλον τοῦτον ἐσκ. διαδ. αὑτοῦ Α. 11. ἐπ᾿ αὐτῷ δι’ αὐτὸ τοῦτο Α. ἐπάξειν C. 13. κατὰ οιυ.P. 17. οὖν ἀνακαλύπτουσα ἐξήτουν καὶ εὑρηκότες G, οὖν ἐζήτουν καὶ εὑρηκότες Α. ἀνακαλύπτουσαν P ia uiaryiiic. 22. ὠ δέσποινα Α. φόρων δακνομένην καὶ σκεπτομένην, ὡς μὴ θαρρεῖν ἔχου- P. 46 σαν, πρὸς ὃν ἄν ἐκκαλύψειας τὸ ἀπόρρητον." ἡ δὲ τέ μὲν ἐμφαίνειν οὐκ ἤθελε, βύθιον δέ τι στενάξασα “οὐ χρή" φησι “τοὺς ἀλλοτρίαν οἰκοῦντας ἐπερωτᾷν· αὐτὸ γὰρ τοῦτο εἰς λύπην αὐτοῖς ἀξιόχρεων. ἐμὲ δέ, φεῦ, οἶα ἐξ οἵων διεδέξατο καὶ ὁποῖά μοι, ὡς ἔοικε μετ’ οὐ πολὺ ταμιεύεται!" οἱ δὲ ἀποστάντες πλείω μὲν ῥήματα οὑ προσέθεντο· ἐς γῆν δὲ τοὺς ὀφθαλμούς ἐπερείσαντες καὶ περιστείλαντες ἄμφω τὼ χεῖρε, σύννους πρὸς μικρὸν εἱστήκεσαν, εἶτα τὴν συνήθη προσκύνησιν ποιησάμενοι, οἴκαδε ἀπῄεσαν ἀγωνιῶντες. τῇ δ’ ὑστεραίᾳ πάλιν προσερησόμενοι ἥκουσιν. ἱλαρώτερον δὲ ἢ Β πρώην ἀτενίζουσαν τούτοις ὁρῶντες, προσίασιν ἄμφω καί φασιν “σὺ μὲν δεσπότις, ἡμεῖς δὲ δοῦλοι εὐνούστατοι, πᾶι ὁτιοῦν ἑτοίμως ἔχοντες ὑπὲρ τῆς σῆς βασιλείας παθεῖν. καὶ μή σε λογισμός τις διαταραττέτω, εἰς διψυχίαν ὅλως εἰσάγων." ἐκ τούτων οὑν τῶν λόγων τὰ πιστὰ δεδωκότες τῇ βασιλίδι καὶ ἀπαλλάξαντες ἑαυτοὺς ὑποψίας ἁπάσης, τὸ ἀπόρρητον ἤδη συνίεσαν. ὀξεῖς δὲ ὄντες καὶ ἀγχίνοι καὶ δεινοὶ θηρᾶσαι ἀνθρώπων ἐξ ὀλίγων ῥημάτων βαθέως ἐγκειμένην γνώμην καὶ τέως ἀπόρρητον, καὶ αὐτίκα μάλα προσετίθεντό τε τῇ βασι- C σιλίδι καὶ ἐκ πολλῶν εὔνους αὐτοὺς φανερῶς κατεστήσαντο καὶ πᾶν εἰς ὅπερ ἂν αὐτοὺς προσκαλοῖτο, ἐκθύμως ἐπαμύνειν 2. ἂν ἐκκαλύψειας C, ἀνακαλύψειας P, ἀνακαλύψαι G. 3. ἐκφαίνειν Α. 9. σύνους PG, recle CA. 10. δὲ G. 13. εὐγνώμονες Α et in inargine GP. 18. lege συνίεσαν, ὀξεῖς τε ὄντες, punclo post ἀπόρρητον posito. 20. τε τῇ Α, τότε δὴ P, τοτὲ τῇ G. 21. κατεστήσαντο G, καταστήσαντες PA. κατεπηγγείλαντο. συγχαίρειν τε χαιρούσῃ καὶ λυπουμένῃ συνανιᾶοθαι, τοῦτο δὴ τὸ ἀποστολικόν, μάλα προθύμως συνέθεντο. καὶ ὡς αὐθιγενεῖς ἠξίουν τούτους λογίζεσθαι καὶ συνήθεις κἀκεῖθεν ὁρμωμένους ὅθεν καὶ αὐτή, τοσοῦτον ἐπειτόντες, ὡς εἰ τι παρὰ τῶν φθονούντων αὐτῇ τε τῇ δεσποίνῃ καὶ τῷ αὐτοκράτορι κατ’ αὐτῶν εἰσηγηθείη, τοῦτο αὐτοὺς μὴ διαλανθάνοι τὸ παραυτίκα, ἵνα μὴ λάθωσι ταῖς πάγαις τῶν ἐχθρῶν ἐμπεσούμενοι. τοῦτό τε ἠξίουν καὶ θαρρεῖν ἐκέλευον, ὡς σὺν θεῷ γε φάναι τὴν δυνατὴν μετὰ προθυμίας D εἰσενεγκεῖν βοήθειαν, ὡς ἑαυτῶν γε ἕνεκα μὴ ἐκπεπτωκέναι V. 42 τῆς βασιλείας τὸν ταύτης υἱὸν Κωνσταντῖνον. καὶ δὴ καὶ δι᾿ ὅρκων ἐμπεδοῦν ἤθελον τὰ συνδόξαντα· οὐδὲ γὰρ ἐνῆν διατρίβειν διὰ τοὺς ἐποφθαλμιῶντας. τῆς τε πολλῆς ἀνεκουφίσθησαν λύπης οἱ ἄνδρες καὶ ἐξανέφερον. καἰ τὸ ἀπὸ τοῦδε ἱλαρωτέρου προσώπου τῷ βασιλεῖ διελέγοντο, ὁποδαποὶ ἐκεῖνοι καὶ μᾶλλον ἅτερος τούτων Ἀλέξιος συσκιάσαι ἀπόρρητον ἔννοιαν καὶ βυσσοδομευομένην ἐπιβουλὴν τοῖς φαινομένοις P. 47 προσχήμασιν. ἐπεὶ δὲ ὁ φθόνος μᾶλλον εἰς πυρσὸν ἀνήπτετο μέγιστον, καὶ οὐδὲν τοῦ λοιποῦ τῶν πρὸς τὸν βασιλέα και᾿ αὐτῶν λεγομένων αὐτοὺς διελάνθανε κατὰ τὰ πρώην συνδόξαντα, ἐγίνωσκον δὲ καὶ τοὺς διὸ παραδυναστεύοντας δούλους βουλευομένους ἐκποδὼν τούτους ποιήσασθαι, οὐκέτι 1. κατεπηγγείλατο C χαιρούσῃ Α συγχαιρούσῃ PG. 3. τούτοις G. 0. εἰσηγήσαιτο P, alleruiii G. 8. ἐκέλευεν ἑ G. 15. ὁποδαπὲς οἱ ἐκεῖνοι p. ὁποδαποὶ C, ὁποδαπὸς ἐκεῖνος G, ποδαποὶ έκεῖνοι A. 17. βυσσοδομεύειν Α. 18. μᾶλλον om. Α. 21. ἐγίνωσκε GC 22. βουλομένους Α. κατὰ τὸ σύνηθες ὁμοῦ τοῖς βασιλείοις ἐφοίτων ἀλλ’ ἑτερήμερος ἠν ἑκάτερος. τὸ δὲ σκέμμα σοφόν τε καὶ Παλαμήδειον, ἵν εἰ γένοιτο τὸν ἕτερον τούτων κατασχεθῆναι δάι τὰς λαθραίας ἐπιβουλὰς τῶν παραδυναστευόντων ἐκείνων Σκυθῶν, B ἅτερος ἀποδράσειε, καὶ μὴ ἅμα καὶ ἄμφω ταῖς πάγαις τῶν βαρβάρων ἐμπεσοῦνται. ἀλλὰ τὸ μὲν σκέμμα τοιοῦτον ην. ου μὴν κάτα τὴν ὑποψίαν ἐκείνων απηντηκει τουτοις πράγματα. ἔφθασαν γὰρ κρείττους γενέσθαι τῶν ἐπιβουλευόντων ἀνδρῶν, ὡς ἔνθεν ὁ λόγος ἀφορμηθεὶς διὰ πάσης σαφηνείας δηλώσειε.