῾Ως δὲ εἰσελθόντες οἱ Κομνηνοὶ τεθαρρηκότες ἤδη D ἐκαρτέρουν περὶ τὸ πέδιον τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου τοῦ καλουμένου τοῦ Συκεώτου, βουλευόμενοι εἰ χρὴ πρότερον ἀπελθεῖν εἰς τὰς σφῶν μητέρας καὶ τὴν συνήθη προσκύνησιν κατὰ τὸ εἰθισμένον αὐταῖς ἀπονεῖμαι, εἶθ’ οὕτω πρὸς τὰ βασίλεια χωρῆσαι, μαθὼν ὁ καῖσαρ ἀποστείλας τινὰ τῶν αὐτοῦ θεραπόντων ἠπειλήσατο, τῆς βραδυτῆτος τούτους πολλὰ καταμεμψάμενος. εὐθὺς οὐν ἀμφὶ τὸν οἶκον τοῦ Ἰβηρίτζη γενομένων, καταλαμβάνει Νικηφόρος ὁ Παλαιολόγος λέγων “ὁ βασιλεὺς ὑμῖν τάδε μηνύει· γέρων μὲν Ρ. 67 ἐγὼ ἤδη καὶ μόνος, μήθ᾿ υἱὸν κεκετημένος, μήτ᾿ ἀδελφόν, μήτε τινὰ τῶν γνησίων, καὶ εἰ βούλει, πρὸς τὸν ἀρτιφανῆ βασιλέα τὸν ᾿Αλέξιον ἀποτείνων τὸν λόγον,) σὺ γενοῦ μοι θετὸς υἱός. κἀυὼ οὐκ ἀφελοῦμαί τι ὡν ἑκάστῶ τῶν συστρατεθομένων σοι πεφιλοτίμησαι, οἶδέ τινός σοι ἐξουσίας βασιλικῆς, ἀλλὰ μόνον ἔσομαι ψιλοῦ τοῦ τῆς βασιλείας μετέχων ὀνόματος καὶ τῆς εὐφημίας καὶ τῶν ἐρυθρῶν πεδίλων, ἔτι δὲ καὶ καὶ τοῦ διαναπαύεσθαι εἰς τὰ ἀνάκτορα. σοι δὲ ἡ τῶν τῆς βασιλείας πραγμάτων μελήσει πάντως διοίκη- Β σις." πρὸς ταῦτα οἱ Κομνηνοὶ ῥήματά τινα συγκαταθέσεως ἐμφαντικὰ ἐνέφαινον· ἅπερ ἐνωτισθεὶς ὁ Καῖσαρ, φθάνει τάχος πρὸς αὐτούς, ἐπαπειλούμενος καὶ πρὸς τὰ βασίλεια κα- 2. περὶ τὸ μον δίον A, unde Hoeschel. coni. μονάδιον. ἁγίου add. A. 3. εἰ C, ἢ PG. 8. κατὰ CG, ἀμφὶ FP. 9. ᾿Ιβηρίτος G, ἰβηρίτζου F. ὁ Νικηφόρος G. 13. τὸν prius om. A. 14. ἀφελοῦμαι G, ἀφέλωμαί P, ἀφέλομαι Α. τι om. GA 15. σοι om. A. περιφιλοτίμηται G. κοινωνήσω G. 21. ἐμφατικὰ G. 22. πρὸς αὐτ. : εἰς Α. τεπείγων. ὡς δὲ δεξιόθεν τῆς αὐλίδος εἰσῄει, ἐξελθόντες οἱ Κομνηνοὶ συναντῶσι πεζεύοντι αὐτῷ · ὁ δὲ πολλὰ τούτους ἐμέμφετο. ἀτενίσας δὲ ἐν τῷ εἰσιέναι καὶ τὸν Παλαιολόγον Νικηφόρον ἀπὸ τῆς λαιᾶς αὖθις εἰσερχόμενον, “τί πρὸς V. 58 τὰ ἐνταῦθα ; ’’ φησί “καὶ τί βουλόμενος ἥκεις, συμπένθε- C ρε;" ὁ δὲ “τελέσων μέν, ὡς ἔοικεν, οὐδέν, τὰς δὲ αὐτὰς ταῖς πρώην κομίσων ἥκω παρὰ τοῦ αὐτοκράτορος ἀγγελίας. διενίστατο γὰρ ὁ βασιλεὺς φυλάξαι τὰ ὑπεσχημένα καὶ ὡς υἱῷ μὲν χρήσασθαι τῷ Ἀλεξίῳ ἐφ’ ᾦ τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸν ἀναδήσασθαι καὶ τὰ τῆς βασιλείᾳ κατὰ τὸ αὐτῷ διοικεῖν βουλητόν, ἐκεῖνον δὲ μόνον τοῦ τῆς βασιλείας μετέχειν ὀνόματος καἰ τῶν ἐρυθρῶν πεδίλων καὶ τῷ καινῆς ἁλουργίδος καὶ τοῦ πέρι τὰ βασίλεια διαναπαύεσθαι, γέροντά τε ἤδη ὄντα καὶ ῥᾳστώνης δεόμενον.’’ εὐθὺς δὲ πρὸς αὐτὸν δριμὺ ἐνατενίσας καὶ τὰς ὀφρῦς ἐπισυνάξας, αὐτῷ φησιν “ἀπελθὼν ἀπάγγειλον τῷ βασιλεῖ, ὡς ταῦτα D ἦσαν ἂν συμφορώτερα πρὸ τοῦ τὴν πόλιν ἁλῶναι· τὸ δ᾿ ἐντεῦθεν χώραν οὐκ ἔχει οὔλως τὰ τῆς πρεσβείας. γέρων δὲ ἤδη ὢν ὑπεξίστασο τοῦ θρόνου καὶ τῆς σαυτοῦ φρόντισον σωτηρίας." ἀλλὰ ταῦτα μὲν ὁ καῖσαρ. ὁ δέ γε Βορῖλος τούτων μεμαθηκὼς εἰσέλευσιν καὶ ὡς ὁ ὑπ’ αὐτοὺς στρατὸς ἁπανταχοῦ σκεδασθεὶς περὶ τὴν λείαν ἐνασχολεῖται κω τῆς 4. θεασάμενος Tpost Ntx. add. PG, om. Α. ἐρχόμενον Α. 5 τὰ : ταῦτα A. καὶ om. Α. 7. κομίζων? πρώην : αὖθις add. P in margine. 9. αὐτοκράτορος CG. 10. ἀρχὴν om. G. II. μόνου C. 13. lege κοινῆς. 17. συμφορώτερα GA, συμφερώτατα P. 18. δ᾿ ἤδη G. 19. ὑπεξίστατο P. ὦν λαφύρων συλλογῆς ὅλος ·γεγένηται, (οὗτοι δὲ μετὰ ἐξ αἵματος καἰ ἔξ ἀγχιστείας προσηκόντων αὐτοῖς καὶ μετρίων ὀθνείων κατελείφθησαν,) ἀντικαταστῆναι διέγνω τούτοις, λίαν εὐχειρώτοις οὖσι διὰ τὸν τοῦ στρατοῦ σκεδασμόν. τοίνυν καὶ συναγαγὼν τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας ἅπαντας καὶ ὁπόσοι ἐκ τοῦ Χώματος ὥρμηντο, ἀπὸ P. 68 τοῦ Κωνσταντίνου φοροῦ μέχρι καὶ τοῦ λεγομένου Μιλίου καὶ ἄνωθεν μετ’ εὐταξίας ὅτι πολλῆς στοιχηδὸν αὐτοὺς συνέταξεν· ὢ δὲ συνησπικότες ἵσταντο πρὸς μάχην παρεσκευασμένοι καὶ ἀτρεμοῦντες τέως. ἐπεὶ δὲ ὁ τηνικαῦτα πατριάρχης χρηματίζων ἱεροπρεπὴς τῷ ὄντι ἀκτήμων καἰ πᾶν εἶδος ἀσκήσεως, ᾗπερ οἱ ἐν ἐρημίαις καἰ ὄρεσιν ἐνδιαιτώμενοι τῶν πάλαι πατέρων, διεληλυθώς, κατηξίωτο προορατικοῦ καὶ θείου χαρίσματος, πολλά τε πολλάκις προειπὼν καὶ μηδέποτε διαψευσάμενος καὶ κανὼν καὶ τύπος ἀρετῆς τοῖς μετ᾿ αὐτὸν χρηματίσας, οὐδὲ τὰ τῷ Βοτανειάτῃ συμπεσόντα παντάπασιν Β ἀγνοήσας ἐφαίνετο. ἀλλ’ εἴτε ἐκ θείας ἐπιπνοίας, εἴτε καὶ τοῦ καίσαρος ὑποθεμένου, (ἐλέγετο γὰρ καὶ τοῦτο ,) πάλαι φιλίως πρὸς αὐτὸν διακειμένου διὰ τὸ ὕψος τῆς αὐτοῦ ἀρετῆς, ξυνεβούλευε τῷ βασιλεῖ ὑπεκστῆναι τοῦ βασιλείου θρόνου, “μὴ χώρει λέγων “πρὸς ἐμφυλίους πολέ- 1. δὲ om. G. 3. κατελείφθεισαν P. 7. Κωνσταντινείου G, Κωνσταντινίου C 10. καὶ add. CG. 11. ἀκτήμων om. A. 13. ante προορατικοῦ add. Α καὶ. 14. εἰπὼν CGA. 17. ἐπινοίας G. 18. ὑποθεμένου, ὡς πάλαι φιλίως Α. 20. αὐτοῦ om. A. βασιλικοῦ G. μους, μήτ’ ἀντίβαινε θεοῦ προστάξει αἵμασι χριστιανῶν μὴ θέλε μιανθῆναι τὴν πόλιν, ἀλλ’ εἴξας θεοῦ βουλήσει ὑπέκστηθι τοῦ μέσου.’’ πείθεται τοῖς τοῦ ἀρχιερέως λόγοις ὁ βασιλεύς. δεδιὼς δὲ τὸ τοῦ στρατοῦ ἀτάσθαλον, περιζώννυται καὶ κάτεισιν ὡς πρὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ἀπο- C νενευκώς. πλήρης δὲ συγχύσεως ὤν, λέληθεν ἠμφιεσμένος ἔτι τὴν τοῖς βασιλεῦσιυ πρέπουσαν στολήν. ὁ δὲ Βορῖλος ἐπιστραφεὶς καὶ ἁψάμενος τῶν περὶ τὸν βραχίονα περικεκολλημένων διὰ μαργάρων πέπλων, παραλύει τηνικαῦτα τῆς ἐσθῆτος, φάμενος μετὰ τινος μυκτῆρος καὶ σεσηρότος ἤθους, ὡς “τοιοῦτο ἡμῖν ἐπ’ ἀληθείας προσήκει νῦν." ὁ δὲ εἰς τὸν μέγαν τοῦ θεοῦ νεὼν τῆς τοῦ θεοῦ σοφίας εἰσελθών ἐγκαρτερῶν τέως ἦν ἐν αὐτῷ. 3. βασιλεύς : Α omissis, quae supra p. 130 20 — 131, 10 leguntur, hic acldit καί τοι γε τοῦ βορίλου πολλὰ τοῦτον παροτρύνοντος εἰς τὸ συνάψαι πόλεμον μετὰ τῶν Κομνηνῶν, ναὶ συναγαγότος γαγόντος τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας καὶ ὁπόσοι έν τοῦ χώματος ὥρμηντο. περιζώννυται οὖν ὁ βοτανιάτης καὶ κάτεισιν etc. 5. ἀπονενευκὼς om. A. 8. περικεκολλημένων A, κεκολλημένων PG. 9. διαμαργάρων A, probante Bandurio Imp. Or. I, p. 496. vid. annotat. 11. τοιούτων A. 12. εἰσελθων οὖν εἰς τὸν τοῦ θ. μέγαν νεὼν Α.