Ὅθεν μὲν οὖν ὁ αὐτοκράτωρ Ἀλέξιος ὥρμητο καὶ ἐξ V. 39 οἵου γένους, τὸν βουλόμενον εἰδέναι εἰς τὰς τοὐμοῦ Καίσα- ΑΑΕΞΙΑΑΟC B G. 1. μὲν om. CG. ρος συγγραφὰς παραπέμπομεν· ἀλλὰ δὴ καὶ τὰ περὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου ἐκεῖθεν ἑλκύσεται. Μανουὴλ μὶν οὖν τὸν πρωτότοκον ἀδελφὸν Ἰσαακίου καὶ Ἀλεξίου καὶ τῶν λοιπῶν τῶν ἐξ Ἰωάννου τοῦ Κομνηνοῦ καὶ πρὸς πατρὸς ἐμοῦ πάππου καταγομένων, στρατηγὸν αὐτοκράτορα ἡ Ἀσία εἶχεν ἅπασα, τοῦ προβεβασιλευκότος Ῥωμανοῦτοῦ Διογενοῦς τοῦτον προχειρισαμένου, αὖθις δὲ καὶ τὸν Β Ἰσαάκιον δοῦκα ἡ Ἀντιόχου ἐκληρώσατο, πολλοὺς πολέμους νᾶι μάχας ἀγωνισαμένους, πολλὰ δὲ καὶ τρόπαια κατὰ τῶν ἀντικειμένων στήσαντας. καἰ μετ’ αὐτοὺς οὑμὸς πατὴρ Ἀλέξιος στρατηγὸς αὐτοκράτωρ προὐβέβλητο κατατοῦ Οὐρσελίου παρὰ τοῦ τότε βασιλεύοντος Μιχαὴλ τοῦ Δούκα ἀποσταλείς. ὡς δὲ καὶ ὁ βασιλεὺς ὁ Νικηφόρος περιδέξιον τοῦτον περὶ τὰ πολεμικὰ ἐθεάσατο, ἀκηκοὼς δὲ καὶ ὅπως περὶ τὴν ἕω συνὼν τἀδελφῷ Ἰσαακίῳ ὑπὲρ τὸν αὐτοῦ χρόνον ἐν διαφόροις ἀγῶσιν ἐμπέπτωκεν ἀριστεὺς ἀναφανεὶς καὶ ὅπως τὸν Οὐρσέλιον κατετροπώσατο διαφερόντως ἠγάπα καὶ τοῦ C Ἰσαακίου οὐκ ἔλαττον. καὶ ἐνστερνιζόμενος ἄμφω τἀδελφὼ ἱλαρόν ἐνητένιζεν, ἔστιν οὑ καὶ αὐτῆς τῆς τραπέζης ἀξιῶν. ἀνέφλεγε τοῦτο τὸν κατ’ αὐτῶν φθόνον καὶ μᾶλλον τῶν εἰρημένων δύο βαρβάρων Σθλαβογενῶν, τοῦ τε Βορίλου φημὶ 2. ἐκεῖθεν: ἐκείνου C. 3. οὖν om. C. 4. τῶν prius add. GA. Ἰωάννη Α. 5. κατηγμένων Α et ’n margine CPG. 6. πᾶσα εἶχε AG. 8. δοῦκαν G. 9. ἀγωνισάμενον CG, ἀγωνισαμένου Α. πολλὰ καὶ P. 10. στήσαντα CG. 15, τῷ ἀδελφῷ Α. του αὐτοῦ χρόνου Α. 19. τῆς αὐτῆς τρ. P. 20. αὐτὸν A. 21. Βορίλα G. καὶ τοῦ Γερμανοῦ. ὁρῶντες γὰρ τὶν τοῦ βασιλέως ἐς αὐτους εὐμένειαν καὶ ὅτι καθ᾿ ὥραν ταῖς τοῦ φθόνου τοξείαις βαλλόμενοι ἄτρωτοι διαμένουσιν, ἐξετήκοντο. τὸν γὰρ Ἀλέξιον, κἀν οὔπω τὸν ἴουλον ἐπανθοῦντα εἰχεν, ἐν πᾶσιν εὐδοκιμοῦντα ὁρῶν ὁ βασιλεύς, στρατηγὸν αὐτοκράτορα τῆς ἑσπέ- ρας ἀναδείκνυσι, τῷ τῶν προέδρων τετιμηκὼς ἀξιώματι. ὅσα μὲν οὖν καὶ κατὰ τὴν ἑσπέραν οὗτος ἀνέστησε τρόπαια, καὶ ὁπόσους ἀποστάτας καταγωνισάμενος ζωγρίας ἦγε τῷ βασιλεῖ, ἀρκούντως προλέλεκται. ἀλλὰ ταῦτα τοῖς φθονοῦσιν οὐκ ἤρεσκεν, ἐξέκαε δὲ μᾶλλον αὐτῶν ἀναφλέγοντα τὸν φθόνον. οἱ καὶ πολλὰ μὲν ὑπετονθόρυζον βυσσοδομοῦντες κατ’ αὐτῶν‘ πολλὰ δὲ καὶ κρύφια λέγοντες τῷ βασιλεῖ, τινα δὲ καὶ εἰς P. 44 τοὐμφανές, ἄλλα δὲ καὶ δι᾿ ἑτέρων, μεθοδείαις τισὶ χρώμενοι, ἐκποδὼν τούτους γενέσθαι παντοίως ἐσπούδαζον. ἀπορίᾳ γοῦν συνεχόμενοι οἱ Κομνηνοί, δέον ἐλογίσαντο τοὺς περὶ τὴν γυναικωνῖτιν ὑποποιήσασθαι καὶ δι’ αὐτῶν τὴν τῆς βασιλίδος ἐπὶ πλέον εὐμένειαν ἐπισπάσασθαι. ἐπαγωγοὶ γὰρ οἱ ἄνδρες καὶ λιθίνην καταμαλάξαι ψυχὴν δυνάμενοι καὶ παντοίοις ἐπιχειρήμασι. τοῦτο ἤδη κατώρθου ὁ Ἰσαάκιος, V. 40 πάλαι πρὸς αὐτῆς ἔπι τῇ ἰδίᾳ ἐξαδέλφῃ εἰς κῆδος προσληφθείς, ὁ γενναιότατος ὢν ἐν λόγοις καὶ πράξεσι καὶ τὰ πλεῖστα τοὐμῷ πατρὶ ἐμφερής. ἀλλ’ ἔπει τὰ περὶ αὐτὸν καλῶς 7. καὶ prius om. G. 8. ζωγρίαν Α. 9. φθονοῦσιν: δούλοις Α. 11. αὐτοῦ C, αὐτὸν Α. 13. καὶ om. AF. 17. εὐμένειαν ἐπὶ πλέον G, 20. αὐτὸν CG. ἀδελφῇ Α. 22. τὠμῷ? περὶ: πρὸς Α. προκεχώρηκε, πολλὰ φροντίζων ἠν περὶ τἀδελφοῦ, καί ὅσον Β ἐκεῖνος τούτῳ εἰς τὴν τοῦ κήδους τότε συνῄρετο ὑπόθεσιν, τοσοῦτον οὗτος ἐσπουδάκει μηδ᾿ αὐτὸν τῆς βασιλίδος πορρωτέρω καθεστάναι. Ὀρέστην μὲν οὖν καὶ Πυλάδην φίλους ὄντας τοσοῦτον τὸν πρὸς ἀλλήλους πόθον ἔχειν φασιν, ὡς ὲν καιρῷ μάχης ἀμελεῖν μὶν ἑκάτερον τῶν καθ’ ἑαυτοῦ πολεμίων, ἀμύνειν δὲ τοὺς ἐπιφερομένους θατέρῳ, καὶ προαρπάζειν ἅτερον τὰς πρὸς θάτερον ἐρχομένας τῶν ὀϊστῶν βολάς, τὰ στέρνα ὑπέχοντας. τοιοῦτον καὶ ἐπὶ τούτοις ἦν συνορᾶν. ἄμφω γὰρ τἀδελφὼ καὶ τοὺς κινδύνους προαρπάζειν ἐβούλοντο, C καὶ τὰς ἀριστείας καἰ τὰς τιμὰς καὶ ἁπλῶς τἀγαθὸν θατέρου ἴδιον ἅτερος ἐλογίζετο, καὶ αὖ τοὐναντίον. τοσοῦτον τὸν πόθον πρὸς ἀλλήλους εἶχον. τὰ μὶν οὑν κατὰ τὸν Ἰσαάκιον οὕτως ἐκ θείας ᾠκονόμητο προνοίας οὐ πολὺ τὸ ἐν μέσω, καὶ οἱ περὶ τὴν γυναικωνῖτιν ταῖς τοῦ Ἰσαακίου ὑποθημοσύναις παραπείθουσι τὴν βασιλίδα υἱοθετήσασθαι τὸν Ἀλέξιον. πείθεται τούτοις, κἀπειδὴ περὶ τὰ βασίλεια κάτα τινα κυρίαν ἡμέραν κίκι ἄμφω γεγόνατον, ἡ βασιλὶς υἱοθετεῖ τὸν Ἀλέξιον κατὰ τὸν παρακολουθήσαντα πέρι τῶν τοιούτων πάλαι τύπον. ἀνέσφηλε γοῦν τοῦ λοιποῦ τῆς πολλῆς D φροντίδος ὁ μέγας τῶν ἑσπερίων στρατευμάτων δομέστικος. κἄκτοτε θαμὰ τοῖς βασιλείοις ἄμφω φοιτῶντες καὶ τὴν τοῖς 1.1. δελφοῦ AF, τοῦ ἀδελφοῦ PG. 8. πρὸς τὰς εἰς θάτερον CG. 9. ὑπέχοντα Α. 10. ἀδελφὼ Α. ἠβούλοντο Α. 11. τε καὶ τιμὰς Α. 12. θατέρους P. 16. πείθουσι Α. βασιλεῦσι προσήκουσαν ἀποπληροῦντες προσκύνησιν κω μικρὸνἐγκαρτεροῦντες, τῇ βασιλίδι προσήρχοντο. ταῦτα ἐπὶ πλέον τὸν κατ’ αὐτῶν φθόνον ἐξέκαε. τοῦτο δὲ διὰ πολλῶν οἱ Κομνηνοὶ βεβαιούμενοι, δείσαντες, ἵνα μὴ ἀμφότεροι ταῶ πάγαις αὐτῶν ἁλόντες οὐδένα τὸν ἐπαρήγοντα ἔχωσι, τρόπον ἐζήτουν, δι’ οὗ τὸ ἀσφαλὲς θεοῦ συλλαμβανομένου ἑαυτοῖς περιποιήσαιντο. πολλοὺς οὖν λογισμοὺς συνάμα τῇ μητρὶ P. 45 ἀνελίζαντες καἰ πολλὰ πολλάκις διασκεψάμενοι, μίαν εὗρον κατὰ ἄνθρωπον σωτηρίας ἐλπίδα. ἡ δὲ ἦν τῇ βασιλίδι προσελθεῖν, ὁπηνίκα αἰτίαν τινὰ εὐπρόσωπον πρὸς τοῦτο σχοῖεν, καὶ τὸ ἀπόρρητον ἐξειπεῖν. εἶχον δὲ ὅμως ὑποβρύχιον τὴν βουλὴν καὶ οὐδενὶ τὸ παράπαν τὸ σκοπούμενον ἐξεκάλυπτον. προσεῖχον δὲ καθάπερ οἱ θαλάττιοι, μὴ τὸ θήραμα προσοβήσωσιν. ἀποδρᾶναι μὶν γὰρ ἐμελέτων, ἐπεφόβηντο δὲ ἄρα τοῦτο πρὸς τὴν βασιλίδα εἰπεῖν, μὴ πως ἐκείνη φθάσῃ τὰ κατ’ αὐτοὺς παραδηλῶσαι τῷ βασιλεῖ, καὶ ἀμφοτέρων κηδομένη Β καὶ τοῦ βασιλέως καὶ τῶν ἀνδρῶν. τούτου τοίνυν κατεγνωκότες τοῦ σκέμματος, ἄλλοσε τρέπουσι τὴν βουλήν. δεινοὶ γὰρ τοῖς παραπεπτωκόσι καιροῖς ἀποχρήσασθαι.