Τὰ μὲν νυκτὸς ἔργα τοῦ δομεστίκου τῶν σχολῶν σὺν ὀλίγοις τοιαῦτα· ἡμέρας δὲ ἄρτι διαγελώσης κ·αὶ τοῦ ἡλίου τοῦ ὁρίζοντος ὑπερκύψαντος, οἱ τοῦ Βασιλακίου φαλαγγάρχαι ἔσπευδον ὅλῃ γνώμῃ ἐπισυλλέγειν τοὺς πέρι τὴν λείαν ἐσπουδακότας καὶ ἀπολειφθέντας τῆς μάγης. ὁ δὲ μέγας δομέστικος τὸ ἴδιον καταστήσας στράτευμα κατὰ τοῦ C Βασιλακίου αὖθις ἴετο. πόρρωθεν δέ τινας αὐτῶν οἱ τοῦ δομεστίκου θεασάμενοι καὶ κατ’ αὐτῶν σφοδρῶς ἐξορμήσαντες ἐτρέψαντο καί τινας αὐτῷ ζωγρίαν ἐπανεληλυθότες προσῆγον. ὁ δὲ τοῦ Βασιλακίου ἀδελφὸς Μανουὴλ ἐπὶ λόφου τινὸς ἀνελθὼν ἐπερρώννυε τὸ στράτευμα μέγα φωνῶν ὧδε “τοῦ Βασιλακίου ἡ σήμερόν ἐστιν ἡμέρα καὶ νίκη." εἶς δέ τις Βασίλειος τὴν κλῆσιν Κουρτίκιος τὴν ἐπωνυμίαν, γνωστὸς καὶ συνήθης τοῦ Βρυεννίου ἐκείνου Νικηφόρου, περί οὗ ὁ λόγος ἐμνήσθη, καὶ τὰ εἰς πολέμους ἀκάθεκτος, προθέων τῆς τοῦ Κομνηνοῦ παρατάξεως ἄνεισι πρὸς τὸν λόφον. ὁ δὲ D Βασιλάκιος Μανουὴλ τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος, ὅλας ἡνίας χαλάσας σφοδρῶς κατ’ αὐτοῦ ἵετο · ὁ δὲ Κουρτίκιος οὐ διὰ ξίφους, ἀλλὰ τὴν ἀπῃωρημένην τῇ ἐφεστρίδι ῥάβδον ἐφελκύσας, παίει τοῦτον κατὰ τοῦ κράνους καὶ παραχρῆμα καταβάλλει τοῦ ἵππου καὶ δεσμώτην τοῦτον ἐπισυρόμενος καθάπερ τι λάφυρον τὠμῶ πατρὶ προσῆγεν. ἐν τοσούτῳ δὲ καὶ τὸν Κομνηνὸν μετὰ τῶν ἰδίων ἀναφανέντα ταγμάτων τὸ ἐκαὐτῶν 9. G. 11. ἐπεφώννυε Ρ. μεγαφωνῶς Ρ. 17. κολεοῦ A. 22. τῷ ἐμῷ A. λειπόμενον τοῦ Βασιλακίου στράτευμα θεασάμενον, μικρὸν ἀντισχὸν εἰς φυγὴν ἐξώρμησε. καὶ ὁ μὲν Βασιλάκιος πρόσθεν ἔφευγεν, ὁ δὲ κομνηνὸς Ἀλέξιος ἐδίωκε. καταλαβόντων δὲ εἰς Θεσσαλονίκην, εὐθὺς οἱ Θεσσαλονικεῖς τὸν Βασιλάκιον ἐδέξαντο, τῷ στρατηγῷ ἐπιζυγώσαντες παραχρῆμα τὰς πύλας. ἀλλ᾿ οὐδ᾿ ὣς ἀνῆκεν ὁ ἐμὸς πατήρ, οὐδ᾿ ἀπεδύσατο θώρακα, οὐδὲ τὸ κράνος ἀπέθετο, οὐδὲ τὴν ἀσπίδα τῶν P. 22 ὤμων παρεῖτο, οὐδὲ τὸ ξίφος ἀπέρριψεν, ἀλλὰ στρατοπεδεύσας ἠπείλει τειχομαχίας τῇ πόλει καὶ πόρθησιν ἄντικρυς. καὶ ἐθέλων διασῶσαι τὸν ἄνδρα, διὰ τοῦ συνεφεπομένου αὐτῷ μοναχοῦ Ἰωαννικίου (ἀνὴρ δὲ οὗτος ἐπ’ ἀρετῇ διαβόητος) περὶ εἰρήνης πρὸς τὸν Βασιλάκιον ἠρώτα, ὥστε τὰς πίστεις λαβόντα μηδὲν δεινὸν πείσεσθαι, ἐγχειρίζειν αὐτῷ ἑαυτόν τε ὁμοῦ καὶ τὴν πόλιν. καὶ ὁ μὲν Βασιλάκιος ἀπειθὴς ἥν, οἱ δὲ Θεσσαλονικεῖς δέει τοῦ μὴ ἁλῶναι τὴν πόλιν καἰ δεινόν τι παθεῖν, παρεχώρουν τῷ Κομνηνῷ τῆς εἰσόδου. ἀλλ’ ὁ Βασιλάκιος αἰσθόμενος τοῦ γινομένου ἀπὸ τοῦ πλήθους, ἔπι· τὴν ἀκρόπολιν μεταβαίνει καὶ ἀπὸ ταύτης εἰς ἐκείνην ἐφάλλεται. B καὶ οὐδ᾿ ὣς ἐπιλανθάνεται πολέμου καὶ μάχης, καίτοι τοῦ δομεστίκου πίστεις αὐτῷ διδόντος μηδέν τι παθεῖν ἀνήκεστον. ἀλλ᾿ ὡρᾶτο γε ὁ Βασιλάκιος καὶ ἐν τοῖς δεινοῖς καὶ έν οἶς ἐστενοχωρεῖτο λίαν ἀνήρ. οὐδὲ γὰρ ὑφεῖναί τι τοῦ ἀνδρώδους καὶ τοῦ γενναίου ἠβούλετο, ἕως ἐκεῖθεν αὐτὸν 5. τῷ στρατηγῷ: τὠμῷ πατρὶ Α. 6. ὁ ἐμὸς πατήρ: οὗτος Α. 7. τὸν θώρακα? ἀνέῤῥιψεν G. 23. αὐτὸν om. A. οἱ τῆς ἀκροπόλεως οἰκήτορες καὶ φύλακες ἔξελάσαντες ἅπαντες ἄκοντα καὶ βίᾳ τοῦτον τῷ μεγάλῳ δομεστίκῳ παρέδωκαν. εὐθὺς δὲ πρὸς τὸν βασιλέα τὴν τούτου ἅλωσιν διαμεμηνυκώς, αὐτὸς ἐπ’ ὀλίγον τῇ Θεσσαλονίκη ἐγκαρτερήσας καὶ τὸ C ἔν αὐτῇ καταστησάμενος, λαμπρὸς στεφανίτης ἐπανῄει οἱ δὲ πρὸς τοῦ βασιλέως πεμφθέντες μεταξὺ Φιλίππων καὶ Ἀμφιπόλεως τὠμῷ πατρὶ συναντήσαντες, τὰς περὶ αὐτοῦ ἐγγράφους προστάξεις βασιλικὰς αὐτῷ ἐγχειρίσαντες, παραλαβόντες τὸν Βασιλάκιον περί τι χωρίον Χλεμπίναν καλού- V. 22 μενον ἀπαγαγόντες, ἐγγὺς τῆς ἐν αὐτῷ πηγῆς τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξορύττουσιν· ἔξ οὖ καὶ μέχρι τῆς δεῦρο ἥ πηγὴ Βασιλακίου κέκληται. τοῦτο τρίτον ἆθλον πρό γε τῆς βασιλείας καθάπερ τινὶ Ἡρακλεῖ τῷ μεγάλῳ Ἀλεξίῳ γεγένητο. ἂν γάρ τις Ἐρυμάνθιον κάπρον τὸν Βασιλάκιον τοῦτον καλέσειεν, D Ἡρακλέα δέ τινα καθ’ ἡμᾶς γενναιότατον τὸν ἐμὴν πατέρα Ἀλέξιον, οὐκ ἂν ἁμάρτοιτο τῆς ἀληθείας. ταῦτα μὶν ἔστω πλεονεκτήματα καὶ πρὸ τοῦ θρόνου κατορθώματα τῷ Κομνηνῷ Ἀλεξίῳ, ὧν ἁπάντων γέρας ἀπέλαβε παρὰ τοῦ αὐτοκράτορος τὴν τοῦ σεβαστοῦ ἀξίαν, σεβαστὸς ἀναρρηθείς ἐκ μέσης συγκλήτου.