Οὐκ εἰς μάτην δέ, καθάπερ εἰρήκειμεν, ἡ μαντεῖά τοὐμοῦ πατρὸς Ἀλεξίου ἐγεγόνει. ἐπῆλθε γὰρ τῷ προσδοκωμένῳ στρατοπέδῳ ἀθρόον ὁ Βασιλάκιος σὺν ἱππεῦσί τε καὶ πεζοῖς, μυρίανδρον στρατιὰν ἐπαγόμενος. καὶ τὰς μὲν κλισίας ἐφευρὼν ἑκασταχοῦ ἀναλαμπούσας πυρί, ἔξαστράπτουσαν δὲ καὶ τὴν τοῦ στρατηγοῦ σκηνὴν θεασάμενος ὡς εἶχε ῥύμης εἰς ταύτην εἰσεληλύθει, πολυτάραχόν τι καὶ θορυβῶδες βοῶν. ὡς δ’ οὐκ ἦν οὐδαμοῦ ὁ προσδοκώμενος, οὐδέ τις ἀνέπτη στρατιώτης ἐκεῖθεν τὸ παράπαν ἢ στρατηγός, εἰ Β μή που τινες καταλελειμμένοι τῶν θητευόντων εὐκαταφρόνητοι, ἔτι μᾶλλον ἐβόα καὶ ἐκεκράγει ἀποῦ ποτέ ἐστιν ὁ τραυλίς;" οὑτωσὶ καὶ τοῖς ῥήμασιν εἰς τὸν μέγαν δομέστικον ἀποσκώπτων. ἦν γὰρ τἆλλα μὲν οὗτος ὁ ἐμὸς πατὴρ Ἀλέξιος εὔστομος καὶ οὐδεὶς οὕτω ῥήτωρ ἦν αὐτοφυὴς ἔν τε ἐνθυμήμασι καὶ ἐπιχειρήμασι, μόνον δὲ κατὰ τὸν φθόγγον τοῦ ῥῶ ὑπωλίσθαινέ τε μετρίως καὶ ἀσυμφανῶς διώκλα ἡ γλῶττα, καίτοι κατὰ τἆλλα στοιχεῖα τὸν ῥοῦν ἀκάθεκτον ἔχουσα. ἀλλ᾿ ὁ μὲν οὕτως ὀνειδίζων ἐβόα, καὶ διηρευνᾶτο καὶ ἀνέτρεπε πάντα καὶ κιβώτια καὶ σκίμποδας καὶ σκεύη καὶ αὐτὴν C δὴ τὴν τοὐμοῦ πατρὸς κλίνην, μή πως ὁ στρατηγὸς ἔν τινι τούτων κέκρυπτο καὶ θαμὰ πρός τε τὸν μοναχὸν οὕτω καλούμενον Ἰωαννίκιον ἐνέβλεπε· καὶ γὰρ διὰ σπουδῆς ἐπεδὲ 1. add. Α. 2. ἐγεγόνει adcl. Α. 5. ἐφεῦρε AG. πανταχοῦ A. 7. πολυτάρακτόν τε καὶ G. 8. οὐδαμῆ A. 12. καὶ om. Α. 15. τοῦ ῥῶ ὡς G, τοῦ ὡς P, recte Α. 16. διέκλα coni. Hoeschel. 21. τε oiu. Α. ποίητο ἡ μήτηρ ἐν ἁπάσαις ταῖς αὐτοῦ ἐκστρατείαις ὁμόσκηνον ἔχειν τῶν τιμιωτέρων τινὰ μοναχόν, καὶ ὁ εὔνους οὗτος νἱὸς ὑπεῖκε τῷ μητρικῷ θελήματι οὐ τὰ ἐν βρέφει μόνον, ἀλλὰ καὶ ἐς μείρακας παραγγείλας καὶ μέχρις ἂν γυναικὶ συνηρμόσθη· καὶ τὰ τῆς σκηνῆς ἃπαντα ὁ Βασιλάκιος διηρευνᾶτο καί, τοῦτο δὴ τὸ τοῦ Ἀριστοφάνους, ἐρεβοδιφῶν οὐκ ἀνίει, πυνθανόμενος ἅμα καὶ τὸν Ἰωαννίκιον πέρι τοῦ δομεστίκου. D τοῦ δὲ πρὸ ὥρας ἐξιέναι ξὺν παντὶ τῷ στρατεύματι διισχυριζομένου, γνοὺς ὅτι πολὺν τὸν πλάνον ὑπέμεινε καὶ τοῖς ἅπασιν ἀπειπάμενος, ἄλλας ἐκ ἄλλων φωνὰς μεταμείβων ἐβόα “ἄνδρες συστρατιῶται, ἠπατήμεθα· ὁ πόλεμος ἔξωθεν." οὔπω τέλος ἔσχεν ὁ λόγος αὐτῷ, καὶ ἐξιοῦσι τοῦ στρατοπέδου ἐφίσταται τούτοις ὁ ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλἔξιος, προπηδήσας τῆς V. 20 στρατιᾶς σὺν ὀλίγοις τισι μετὰ σφοδρότητος. καί τινα Ρ. 20 τάξιν συνιστῶντα τὰς φάλαγγας θεασάμενος, (καὶ γὰρ πλείους τῶν στρατιωτῶν τῶν ἀμφὶ τὸν Βασιλάκιον εἰς τὴν λείαν ἑαυτοὺς ἐπιδεδωκότες καὶ τὰ λάφυρα — τοῦτο γὰρ καὶ πάλαι τοὐμῷ πατρὶ ἐμεμηχάνητο — οὔπω ἔφθησαν συνελθεῖν καὶ εἰς παράταξιν καταστῆναι, καὶ ἐπέστη αὐτοῖς ἀθρόον κακὸν μέγας δομέστικος,) ἰδὼν δὲ τὸν καθιστῶντα τὰς φάλαγγας κω νόμισας εἴτε ἀπὸ τοῦ μεγέθους εἴτε ἀπὸ τῆς τῶν ὅπλων λαμπρότητος καὶ γὰρ ἀντέστιλβε τούτῳ τὰ ὅπλα πρὸς τὴν l2. αὐτοῦ G. 18. lege τὠμῷ. ρεβοδιφᾷν ἀστρῴαν βολὴν,) ἐκεῖνον εἶναι τοῦτον τὸν Βασιλάκιον, συν- Β αντήσας αὐτῷ γοργῶς παίει κατὰ τῆς χειρὸς· ἣ δ’ εὐθὺς μετὰ τοῦ ξίφους εἰς γῆν ἔρριπτο, ὅπερ μεγάλως τὴν φάλαγγα συνετάραξεν. οὐ μὴν ὁ Βασιλάκιος ἦν, ἀλλά τις τῶν περ τὸν Βασιλάκιον γενναιότατος, οὐδὲν τοῦ Βασιλακίου ὅσον γε τὰ εἰς ἀνδρείαν λειπόμενος. βαρὺς οὖν τοῦ λοιποῦ κατ’ αὐτῶ κυλινδούμενος καὶ τοξεύμασι βάλλων καὶ δόρατι τιτρώσκων καὶ ἀλαλαγμοῖς ἐμβοῶν καὶ νυκτὶ συγχέων καὶ πάντα καὶ τόπον καὶ χρόνον καὶ ὄργανον εἰς νίκην λαμβάνων καὶ τούτοις προσφυῶς ἀποχρώμενος ἀκλονήτῳ φρονήματι καὶ ἀσυγχύτῳ C τῇ διανοίᾳ καὶ ἄλλον ἄλλοσε φεύγοντα προλαμβάνων, πάντα διέκρινε καἰ τὸν ἐχθρὸν καὶ τὸν φίλον. ἀλλὰ καί τις ἀνὴρ Καππαδόκης Γούλης τὸ ἐπώνυμον, εὔνους θεράπων τοῦμοῦ πατρός, τὴν χεῖρα γενναῖος, τὸν θυμὸν ἐς πολέμους ἀκάθεκτος, τὸν Βασιλάκιον θεασόμενος καὶ ἀκριβῶς ἐγνωκώς παίει κατὰ τῆς κόρυθος. ἀλλὰ τὸ τοῦ Μενέλεω πρὸς τὸν Ἀλέξανδρον πέπονθε. τὸ γὰρ ξίφος αὐτοῦ τριχθά τε καὶ τετραχθὰ διατρυφθὲν ἐξέπεσε τῆς χειρός, τῆς λαβῆς καταλειφθείσης ἐν τῇ χειρὶ. ὃν ὁ στρατηγὸς θεασάμενος εὐθὺς διελοιδορεῖτο, ὅτι μὴ κατάσχοι τὸ φίφος καὶ ἄνανδρον ἀπεκάλει D τοῦτον. ἀλλ’ ὁ στρατιώτης τὴν καταλειφθεῖσαν τοῦ ξίφους λαβὴν παραδεικνύς, πραότερον ἐποίει τὸν μέγαν δοτῶν 4. add. Α. 12. φίλιον G. 13. Γουὴλς P. 14. ἐν πολέμοις Ρ. 18. διατρυφθὲν G, διατριφθὲν PA. 20. κατάσχῃ Α. 22. ὅπλον add. A post παραδεικνύς. μέστικον. καί τις δ' ἄλλος Μακεδών, πέτρος ὗν κλῆσιν Τορνίκιος τὴν ἐπωνυμίαν, μέσον τῶν πολεμίων ἐμπεσών, πολλοὺς τούτων ἀνήρει. ἡ γὰρ φάλαγξ εἴπετο ἀγνοοῦσα τὰ δρώμενα· ὲν σκότει γὰρ τῆς μάγης καθισταμένης, οὐχ οἷοί τε ἦσαν ἅπαντες τὰ γινόμενα ὁρᾷν. ὁ δὲ Κομνηνοὸς ἐπὶ τὸ μήπω διασπασθὲν τῆς φάλαγγος ἴετο παίων τοὺς ἀντικαθισταμένους, καὶ ἀνθυποστρέφων αὖθις εἰς τοὺς ἰδίους, σπεύδων καὶ τὸ ἔτι συνιστάμενον τῆς τοῦ Βασιλακίου παραλῦσαι. p. 21 φάλαγγος καὶ διαπεμπόμενος εἰς τοὺς ὄπισθεν καὶ παρακελευόμενος μὴ μέλλειν, ἀλλ’ ἕπεσθαι οἱ καὶ καταλαμβάνειν ταχύτερον. ἐν τοσούτῳ δὲ ἀνήρ τις Κελτὸς τῶν ἀμφὶ τὸν δομέστικον, ἱν ἐν βραχεῖ τὰ πάντα διηγήσωμαι, γενναῖος στρατιώτης καὶ Ἄρεως ὅλος ἔμπλεως, τὸν ἐμὸν πατέρα ἰδὼν μεσόθεν τῶν πολεμίων ἄρτι ἐξιόντα ἐσπασμένον τὸ ξίφος θερμὸν ἀπὸ τοῦ αἵματος ἀναπέμπον ἀτμόν, καὶ τῶν πολεμίων νομίσας ἕνα, ἀθρόον αὐτῷ ἐμπεσὼν παίει τῷ δόρατι περὶ τὸ στέρνον, καὶ τάχα ἂν ἔξεδρον τὸν στρατηγὸν ἐπεποιήκει, εἰ μὴ αὐτὸς ἅμα τε πρὸς τὸ ἑδραιότερον ἑαυτὸν ἐφηδράσατο καὶ ὀνομαστὶ τοῦτον ἐκάλεσεν, ἀποκόψειν ἀπειλησάμενος Β διά τοῦ ξίφους παραχρῆμα τὴν κεφαλήν. ὁ δὲ ἐπειδή πως V. 21 τὸν ἀγνοοῦντα προὐβάλλετο καὶ τὴν νύκτα καὶ τὸ συγκεχῦσθαι περὶ τὴν μάχην, μετὰ τῶν ζώντων ἠρίθμητο. 3. γὰρ: δὲ? vid. Bryenn. p. 153, 3. 5. ἅπαντα rectius Bryennius. 10. ἀλλ’ add. G. 12. διηγήσομαι P. 16. ἕνα: εἶναι A. 18. ἐφιδρύσατο Α. 22. περὶ om. Α.