Τὰ μὲν οὖν κατὰ τὸν Βρυέννιον οὕτω διήνυστο. ὁ P. 17 δὲ μέγας δομέστικος Ἀλέξιος καὶ ἐμὸς πατὴρ οὐκ ἔμελλεν ἀτρεμήσειν, ἀλλ’ ἔξ ἀγώνων εἰς ἀγῶνας μεταχωρεῖν. ὁ γὰρ Βορῖλος τῶν ἀμφὶ τὸν Βοτανειάτην οἰκειότατος βάρβαρος ἐξελ- θὼν τῆς πόλεως καὶ ὑπαντήσας τῷ μεγάλῳ δομεστίκῳ καὶ ἐμῷ πατρί, Βρυέννιον ἐκ τῶν χειρῶν αὐτοῦ παραλαβὼν ἔδρασεν ὅ τι δὴ καὶ ἔδρασεν· ἐπισκήπτει δὲ παρὰ τοῦ βασιλέως τῷ ἐμῷ πατρὶ χωρεῖν ὡς ἐπὶ Βασιλάκιον, ἤδη καὶ τοῦτον βασιλείας περιθέμενον διάδημα καὶ τὴν ἑσπέραν μετὰ γε τὸν Βρυέννιον ἀκατασχέτως κυμαίνοντα. ὁ γάρ τοι Βασιλάκιος οὗτος ἀνὴρ μὲν ἦν τῶν πάνυ θαυμαζομένων ἐπ’ Β ἀνδρείᾳ τε καὶ θυμῷ καὶ τόλμῃ καὶ ῥώμῃ· ἄλλως δὲ ἄν- θρωπος τυραννικὴν ψυχὴν ἔχων ἐφεῖλκεν εἰς ἑαυτὸν τὰς V. 18 ὑπερηφάνους τιμάς, καὶ ἀναρρήσεις τὰς μὲν ἐπενοεῖτο, τἀς δὲ προσέταττε. τοῦ γὰρ Βρυεννίου καθαιρεθέντος, οὗτος καθάπερ ἐκείνου διάδοχος γεγονὼς τὴν πᾶσαν εἰς ἑαυτὸν ἀνεδἔξατο τῆς τυραννίδος ὑπόθεσιν. κὼ ἀπὸ τῆς Ἐπιδάμνου ἀρξάμενος, (μητρόπολις δὲ αὕτη προκαθημένη τοῦ Ἰλλυριτῶν 1. τῶν add. A ante Ῥωμαίων. 4. αἰτίᾳ Ρ. 8. βορίλος A. 10. ἔδρασεν ὅ,τι G, ἔδραμεν ὅ,τι A, ἔδραμεν πρὸς ὅ,τι P. 12. ὡς oiu. Α. 15. μὲν post ἦν add. P. κοῦ,) μεχρι τῆς τῶν Θετταλῶν πόλεως ἧκε πάντα καταστρεψάμενος, αὐτὸς ἑαυτὸν καὶ χειροτονήσας εἰς βασιλέα κᾶε εὐφημήσας καἰ τὸν πλάνητα τούτου στρατὸν ὅποι κω βούλοιτο μεταφέρων. ἦν γὰρ καὶ ἄλλως μὲν θαυμαζόμενος ὁ ἀνὴρ C ἐπί τε μεγέθει σώματος καὶ κράτει βραχιόνων κω προσώπου σεμνότητι, οἷς μᾶλλον ἁλίσκεται τὸ ἀγροικικὸν τοῦτο καὶ στρατιωτικὸν ἔρνος. οὐ γὰρ διορᾷ εἰς ψύχην, οὐδ᾿ ἐνατενίζει πρὸς ἅρπην, ἀλλὰ μέχρι τῶν τοῦ σώματος ἀρετῶν ἵσταται, τόλμαν καὶ ῥώμην καί δρόμον καὶ μέγεθος θαυμάζον καὶ ταῦτα κρῖνον ἄξια ἁλουργίδος ναὶ διαδήματος. ὁ δὲ καί ταῦτα ἔχων οὐκ ἀγεννῆ, καὶ τὴν ψυχὴν εἶχεν ἀνδρείαν καὶ ἀκατάπληκτον· καὶ ὅλως οὗτος ὁ Βασιλάκιος τυραννικόν τι καὶ ἔπνει καὶ ἔβλεπε. φθέγμα τε γὰρ αὐτῷ βροντῶδες καὶ οἶον καταπλῆξαι στρατιὰν ὅλην καὶ ἐμβόημα ἵκανον συστεῖλαι ψυχῆς θράσος. κω ἄμαχος έν λόγοις ἐπίσης ἐπιχειρῶν ἐπᾶραί D τε καὶ συστεῖλαι τὸν στρατιώτην εἰς πόλεμον καὶ φυγήν. μετὰ τοιούτων πλεονεκτημάτων στρατευόμενος ὁ ἀνὴρ καὶ περὶ αὐτόν συλλεξάμενος ἄμαχον στρατιάν, τὴν Θετταλῶν πόλιν καταλαμβάνει, καθάπερ ἔφημεν. ὁ δέ γε ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος ὡς πρὸς Τυφῶνα μέγαν ἢ Ἑκατοντάχειρα Γίγαντα ἀντιπαραταξάμενος κω· πᾶσαν ἑαυτῷ ἀνεγείρας στρατηγικὴν μηχανὴν καὶ φρόνημα γενναῖον ὡς πρὸς ἀντίἠλθε 1. ἦλθε Α. 21. ἀναγείρας Α. 22. στρατιωτικὴν Α. P. 18 παλον ἀξιόμαχον παρεσκεύαστο. καὶ μήπω τὸν ἐκ τῶν προτέρων ἄθλων κονιορτὸν ἀποτιναξάμενος, μηδὲ τὸν λύθρον τοῦ ξίφους καὶ τῶν χειρῶν ἀποπλυνάμενος, ὥσπερ λέων ἐχώρει βλοσυρὸς πρὸς τὸν χαυλιόδοντα τοῦτον σῦν Βασθκλάκιον τὸν θυμὸν αὑτοῦ ἀνεγείρας. καὶ καταλαμβάνει δῆτα τὸν ποταμὸν Βαρδάρον· οὕτω γὰρ ἐγχωρίως αὐτὸν όνομάζουσιν· ῥεῖ μὲν γὰρ ἄνωθεν ἀπὸ τῶν ἐγγύθεν τῆς Μυσίας δρῶν, παραμείβων δὲ πολλοὺς μεταξὺ τόπους καὶ διορίζων πρός τε τὴν ἵω καὶ τὴν ἑσπέραν τά τε Βερροίᾳ καὶ Θεσσαλονίκῃ προσήκοντα, ἐκδίδωσιν εἰς τὴν καθ᾿ ἡμᾶς καὶ νοτίαν Β θάλασσαν. πάσχουσι δὲ οἱ μέγιστοι τῶν ποταμῶν τοιοῦτόν τι. ἐπειδὰν διὰ τῆς προσχώσεως ἀνάστημά τι ἀξιόλογον ἐπιφορήσωσι γῆς τότε δὴ ἐπὶ τὰ κατάρροπα ῥέουσιν, ὡσπερ δὴ μεταμείβοντες τὰς πρώτας κοίτας αὐτῶν, καὶ τὴν μὲν πα- λαιὰν καταλείπουσι πάροδον διάκενον ὑγροῦ καὶ χηρεύουσαν ὕδατος, ἣν δὲ νῦν διοδεύουσιν, ἐμπιπλῶσι ῥευμάτων πολλῶν. τούτων οὖν τῶν δυεῖν παρόδων, τῆς τε παλαιᾶς χαράδρας καὶ τῆς ἄρτι γενομένης πορείας, τὸ μεταξὺ θεασάμενος ὁ στρατηγικώτατος οὗτος Ἀλέξιος καὶ ἐμὸς πατήρ, καὶ τὸν μὲν ὁλκὸν τοῦ ποταμοῦ ὡς ἀσφάλειαν θέμενος ἐκ θατέρου, τῇ δὲ C παλαιᾷ διόδῳ ἤδη φάραγγι γεγονυίᾳ ἐκ τῆς τοῦ ῥεύματος ἐπιρροίας καθάπερ αὐτοφυεῖ ἀποχρησάμενος διώρυχι, ἐστρατοπέδευσεν, οὐ πλεῖον τῶν δυεῖν ἢ τριῶν σταδίων ἀλλήλων ἀποδιεστηκότων. καὶ εὐθὺς ἐν παραγγελίᾳ πάντες ἦσαν, 2. τὸ Α. 6. Βαρδάριον A. g. τὰ aute Θεσσ. add. PG, om. A. 17. δυοῖν hic et infra P. ἡμέρας μὲν ἀναπαύσασθαι καὶ παραμυθῆσαι ὕπνῳ τὸ σῶμα καὶ τοῖς ἵπποις τροφὴν δοῦναι τὴν ἀρκοῦσαν· μέλλουσι γὰρ τῆς ἑσπέρας καταλαβούσης ἀγρυπνῆσαι τε καὶ ἐλπίζειν ἀδόκητόν τι παρὰ τῶν πολεμίων ἐπισυμβῆναι. ταῦτα δέ, οἶμαι, διῳκονόμητο ὁ ἐμὸς πατὴρ κίνδυνον ὑφορώμενος κατὰ τὴν ἑσπέραν ἐκείνην πάρα τῶν πολεμίων. ἐπιθήσεσθαι γὰρ ἑαυτῷ D τούτους ἤλπιζεν, εἴτ’ ἐκ πολυπειρίας τοῦτο προμαντευόμε- V. 19 ὡς, εἴτε ἄλλως εἰκάσας. οὐ μὴν τὰ τῆς προφητείας αὐτῷ εἰς μακρὰν ἐληλύθει οὐδὲ προέγνω μέν, οὐ τὸ δέον δὲ διῳκήσατο. ἀλλ᾿ ἀπάρας τῆς τούτου σκηνῆς ὁμὰ τοῖς ἀμφ’ αὐτὸν στρατιώταις σὺν ὅπλοις καί ἵπποις πᾶσι τοῖς πρὸς μάχην ἐπιτηδείοις, ἀπέστη μὲν τῆς σκηνῆς λαμπάδας τε καταλελοιπὼς ἐκεῖθι πανταχόθεν φαινούσας καί τινα τῶν ἀμφ’ αὐτὸν οἰκεῖον Ἰωαννίκιον πάλαι τὸν μοναχικὸν ἑλόμενον βίον, τὴν σκηνὴν καταπιστεύσας καὶ ὅσα ἐπεφέρετο εῖς τε τράπεζαν χρειώδη καὶ τὴν ἄλλην παρασκευήν. αὐτὸς δὲ πορρωτάτω ἀπιὼν ἐκάθητο μετὰ τῆς ἐνόπλου στρατιᾶς τὸ μέλλον καραδοκῶν, τοῦτο τεχναζόμενος, ἱν ὁ Βασιλάκιος ἀνημμένας πανταχ·όθεν πυρκαϊὰς ἰδὼν καὶ λαμπαδοχουμένην τὴν τοὐμοῦ πατρὸς σκηνήν, οἰήσαιτο ἐκεῖθι τοῦτον εἶναι διαναπανυόμενον, ὡς ἐντεῦθεν ἐκείνῳ τοῦτον ἁλώσιμον εἶναι Ρ. 19 καὶ ὑποχείριον. 12. λαμπάδας καταλελοιπὼς τοῖς ἐκεῖθι PG, alterum Α. 16. τ᾿ ἄλλην P. 18. παραδοκῶν P. 19. lege λαμπαδουχουμένην.