Ἄρτι γὰρ τοῦ βαρβάρου Τουτὰχ ἐκ τῶν βαθυτέρων D 1. ἐπεστρατήγει Α. 7. καὶ om. Α. 10. τὸ ante πανταχόθεν add. Α. 12. Αἰμύλιος A. 20. πλατύτερον GA. ν τῆς ἀνατολῆς μερῶν κατεληλυθότος μετὰ βαρυτάτου στρατεύματος, ἐφ’ ᾧ τὰ τῶν Ῥωμαίων ληΐζεσθαι, ὁ Οὐρσέλιος πολλάκις ὑπὸ τοῦ στρατοπεδάρχου στενοχωρούμενος καὶ ἄλλα ἐπ’ ἄλλοις φρούρια ἀφαιρούμενος, καίτοι στρατιὰν πολλὴν ἐπαγόμενος καὶ πάντας λαμπρῶς καὶ γενναίως καθωπλισμένους, εὐμηκανίᾳ παρὰ πολὺ ἡττᾶτο τοὐμοῦ πατρὸς Ἀλεξίου. τέως δ’ οὖν ἐπ’ ἐκεῖνο καταφυγεῖν ἔδοξεν. τελευταῖον τοῖς πᾶσιν ἐξαπορούμενος ξυμμίγνυσι τῷ Τουτὰχ καὶ φίλον ποιεῖται P. 5 καὶ εἰς συμμαχίαν αὐτὸν καταλιπαρεῖ ἀλλ’ ὁ στρατοπεδάρχης Ἀλέξιος ἀντιστρατηγεῖται πρὸς ταῦτα καὶ ὀξύτερον οἰκειοῦταί τὸν βάρβαρον, καὶ ἐπισπᾶται πρὸς ἑαυτὸν καὶ λόγοις καὶ δώροις καὶ πᾶσι τρόποις καὶ μηχανήμασιν. ἦν γὰρ εἴπερ τις ἄλλος ἐφευρετὴς καὶ πόρους ἐν τοῖς ἀπορωτάτοις ξυμμηχανώμενος. ὁ γοῦν δυνατώτατος αὐτῷ τῶν τρόπων τοιοῦτός τις ἦν, ὡς ἐν τύπῳ εἰπεῖν, δεξιώσασθαι τὸν Τουτάχ· καί φησι “φίλοι μὲν ἄμφω ἀλλήλοις ὅ τε σὸς σουλτάνος καὶ ἐμὸς βασιλεύς. ὁ δὲ βάρβαρος οὗτος Οὐρσέλιος καὶ πρὸς ἄμφω ἀν- Β ταίρει τὰς χεῖρας, καί ἐχθρὸς καὶ ἀμφοτέροις καθίσταται φοβερώτατος, ἐκείνου μὲν κατατρέχων καὶ ἀεί τι τῆς μερίδος Ῥωμαίων κατὰ μικρὸν ὑποσπώμενος, ἀποστερίσκων δὲ τῆς Πέρσιδος ἅπερ ἂν καὶ ἐξῆν κἀκείνῃ περιγενέσθαι. τέχνη δὲ τὸ ἅπαν μετέρχεται, νῦν μὲν ἐμὲ παρασκιάζων διὰ τῆς σῆς 7. lege ἐκεῖνον. 20. τῆς Πέρσιδος A, τῇ Περσίδι PG. 21, καὶ om. A. lege ἀποστ. δὲ καὶ τῆς Π. ὅ. ἂν ἐξῆν. περιγενέσθαι: an παρελέσθαι? 22. ἐπέρχεται Ρ. παρασκιάζων: an ἀποσκευάζων? vid. annot. δυνάμεως αὖθις δὲ τοῦ καιροῦ τούτῳ συμπνεύσαντος, ἀφέμενος ἐμοῦ ὡς ἤδη ἐν ἀκινδύνῳ καθεστηκώς, πάλιν ἐξ ὑποστροφῆς κατὰ σοῦ ἀρεῖται τἀς χεῖρας. ἀλλ’ εἴ τι ἐμοὶ πείθῃ, ἐπειδὰν καὶ αὖθις ἐλεύσεται πρὸς ὑμᾶς, χρημάτων πολλῶν κρατῆσαι τὸν Οὐρσέλιον καὶ πρὸς ἡμᾶς ἔξαποστεῖλαι δεσμώτην τρία C γὰρ ἐντεῦθέν" φησι “κερδανεῖς, ἓν μὲν χρημάτων πλῆθος ὅσον καἰ οἶον οὐδείς πω πρότερον, ἕτερον δὲ τὴν εὔνοιαν τοῦ αὐτοκράτορος συνεπισπάσῃ, ἀφ’ οὗπερ εἰς ἄκρον εὐδαιμονίας φθάσεις ἐληλυθώς τρίτον δὲ ὅτι καἰ ὁ σουλτάνος τὰ μεγάλα ἡσθήσεται, ἐχθροῦ τηλικούτου ἐκποδὼν γεγονότος καἰ τὰς χεῖρας V. 9. ἀσκοῦντος καθ’ ἑκατέρων κατά τε Ῥωμαίων καὶ Τούρκων." ταῦτα διαπρεσβευσάμενος πρὸς τὸν ἄνωθεν εἰρημένον Τουτὰχ ὁ ἐμὸς πατὴρ καὶ τῆς Ῥωμαϊκῆς στρατιᾶς ἀρχηγὸς κατ’ ἐκεῖνο καιροῦ, καὶ ἅμα καὶ ὁμήρους πέμψας τῶν ἐνδοξοτάτων τι- ναὶ ἐπὶ ἐπὶ συγκειμένῳ χρόνῳ καὶ· χρημάτων ποσότητι, πείθει τοὺς ἀμφὶ τόν Τουτὰχ βαρβάρους κατασχεῖν τὸν Οὐρσέλιον. D καὶ τούτου ταχὺ γεγονότος, ἀποστέλλεται εἰς Ἀμάσειαν τῷ στρατοπεδάρχῃ. ἀλλ’ ἐντεῦθεν ἐχρονοτρίβει τὰ χρήματα· αὐτὸς μὲν γὰρ οὐκ εἶχεν ὁπόθεν ἀποπληρώσειε, τὰ δ’ ἐκ βασιλέως ἠμέλητο· καὶ οὐχ ὅτι βραδεῖ ποδὶ κατὰ τὴν τραγῳδίαν ἔστιχεν, ἀλλ᾿ οὐδαμοῦ κατεφαίνετο. οἱ μὶν γὰρ ἀμφὶ τὸν Τουτὰχ ἐνέκειντο, τὸν τῶν χρημάτων ἀπαιτοῦντες ὄγκον ἢ τὸν ἐωνημένον ἐ·ξόπισθεν λαμβάνειν καὶ παλινδρομεῖν ἐᾷν 9. καὶ om. P. 14. καὶ alterum ora, Α. 17. πέμπεται Α. 20. οὐχ ὅτι A, οὐκ ἐπὶ PG. ai. μὶν γὰρ: δὲ Α. τοῦτον ὅθεν κατείληπτο . ὁ δὲ οὐκ εἶχεν ὅθεν ἀποδοίη τὴν P.6 στοῦ ἐωνημένου τιμήν. τοῖς ὅλοις οὖν δι’ ὅλης νυκτὸς ἔξαπορούμενος, ἐρανίσασθαι παρὰ τῶν οἰκητόρων Ἀμασείας ἐλογίσατο τὴν τιμήν. καἰ αὐγαζούσης ἡμέρας, κὰν ἀργαλέον ἐδόκει, ἀλλ’ τόμως συνεκαλεῖτο ἅπαντάς τε καὶ μᾶλλον τοὺς πρῶτα φέροντας καὶ χρημάτων εὐποροῦντας. πρὸς μᾶλ- λον θεασάμενος ἔφη. “ἵστε πάντες , ὅπως ὁ βάρβαρος οὑτοσὶ τὰς τοῦ Ἀρμεναικοῦ διέθετο πόλεις ἁπάσας ἁπάσας, ὅσας τε κωμοπόλεις ἐπόρθησε, καὶ ὁπόσους κακῶς διέθετο συμφοραῖς ἀφορήτοις ὑποβαὶών, ὁπόσα τε χρήματα ἀφ' ὑμῶν ἐκομίσατο B ἀλλὰ καιρὸς ἤδη πάρεστι τῶν ἐξ αὐτοῦ ὑμᾶς ἀπαλλάττειν κακώσεων, εἰ βούλεσθε. δεῖ τοιγαροῦν μὴ προέσθαι τοῦτον. ὁρᾶτε γὰρ ὡς δεσμώτης ἡμῖν ὁ βάρβαρος νεύσει πάντως θεοῦ καὶ ἡμετέρᾳ σπουδῇ. ὁ δὲ τοῦτον ζωγρήσας Τουτὰχ ἐξ ἡμῶν αἰτεῖ τὴν τιμήν. ἡμεῖς δ’ ἀποροῦμεν παντάπασιν, ἐπ’ ἀλλοδαπῆς τε ὄντες καὶ συχνὸν ἤδη χρόνον μετὰ τῶν βαρβάρων μαχόμενοι καὶ τὰ προσόντα διδαπανηκότες. εἰ μὴ γοῦν πόρρω ὁ βασιλεὺς ἦν καὶ καιρὸν ἀναμονῆς ἐδίδου ὁ βάρβαρος, ἔσπευσα ἂν ἐκεῖθεν κομισθῆναι τὰ τῆς τιμῆς. ἐπεὶ δ', ὡς ἰώ. καὶ αὐτοί, οὐδὲν τούτων ἔξεστι πράττειν , δέον ὑμᾶς συνεισενεγκεῖν τὴν τιμήν, καὶ λήψεσθε πάντα δι’ ἡμῶν ἐκ βασι- 5. post ἅπαντας aild. τε G (3. χρήματα G. 7. θεασάμε- νος : ἐνατενίσας Α. g. συμφοραῖς : ποιναῖς A, ut ISicepli. ISryenu. ρ. 88, 7, quem ad verbuin cxpressit coniux. 13. ὑμὶν Α. an νυνὶ Bryennius Ρ. 88, 11 ὁρᾶτε νῦν δεσμώτην. 15. δ' oni. P. λέως ὁπόσα παρασχητε." εἰπε ταῦτα , καὶ ἐξεκρούσθη παραυτίκα παραυτίκα c καἰ θόρυβον ἀνῆψε σφοδρότατον, τῶν Ἀμασειανῶν εἰς ἀποστασίαν κεκινημένων. ἦσαν γὰρ οἱ τούτους εἰς θυμὸν καὶ θόρυβον ἡρέθιζον ἄνδρες κακουργότατοι τινες καὶ ῥέκται πραγμάτων, εἰδότες ὀτρύνειν δῆμον εἰς ταραχήν. θόρυβος τοίνυν ἦρτο πολύς τῶν μὶν βουλομένων σώζεσθαι τὸν Οὐρσέλιον καὶ τὸ πλῆθος ἀντιλαβέσθαι τούτου ἐρεθιζόντων, τῶν δὲ ἐκταραττομένων (τοιοῦτον γὰρ τὸ συρφετῶδες πλῆθος ,) καὶ τὸν Οὐρσέλιον ἁρπάσαι θελόντων καὶ τῶν δεσμῶν ἄπο D λύειν. δῆμον οὖν ὁ στρατοπεδάρχης τοσοῦτον ὁρῶν μαινόμενον, ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἐγνώκει, κατεπεπτώκει μὶν οὐδαμῶς, ἀλλ’ ἐπιρρώσας ὲαυτὸν πατεσ΄ίγαζε τῇ χειρὶ τὸν θόρυβον. ὀψὲ δὲ κὼ μόλις τούτους καταπαύσας καἰ πρὸς τὸ πλῆθος τὸν λόγον μετενεγκὼν ἔφη. “θαυμάζειν V. 10 ἔπεισί μοι, ἄνδρες Ἀμασειανοί, ὅπως τὴν συσκευὴν τουτωνὶ τῶν ἐξαπατώντων ὑμᾶς παντάπασιν ἠγνοήσατε , τὴν σφῶν αὐτῶν σωτηρίαν τῷ ὑμετέρῳ αἵματι ἐξωνουμένων καὶ μεγίστην ὑμῖν τὴν βλάβην προξενούντων ἀεὶ. ποία γὰρ ὑμῖν τῆς τοῦ Οὐροσελίου τυραννίδος ἡ ὠφέλεια, εἰ μὴ σφαγαὶ καὶ πηρώσεις P.7 καὶ ἀκρωτηριασμοὶ μελῶν; οὔτοι δὲ οἱ τῶν τοιούτων ὑμῖν πρίζενοι ἔνθεν μὲν τὰ οἰκεῖα ἀσινῆ διετήρουν τὸν βάρ- 1. ἕσα Α. παράσχοιτε PG, alterum A cum Bryennio. 3. θύμον καἰ nm. G. 11. καταπεπτώκει AG. 14. ἀνενευκων PG , altertim A. 15. ὅπως : ὅτι P. ταύτην PG, κατασυσκευὴν τουτωνὶ Α. 18. ποία Α ποῦ P, π . . . G. 19. εἰ om. Ρ, εἰ μὴ Α, ἐς μὴ G. βᾶρον θεραπεύοντες, ἐκεῖθεν δὲ αὖθις τῶν ἐκ βασιλέως ἐνεφοροῦντο δωρημάτων, χαριζόμενοι τούτῳ, ὅτι μὴ ὑμῶν τε καἰ τῆς πόλεως Ἀμασείας παρεχώρησαν τῷ βαρβάρῳ, καἰ ταῦτα μηδένα λόγον ὑμῶν ποιησάμενοι πώποτε. διὰ τοῦτο καἰ τὴν τυραννίδα συνίστασθαι βούλονται , ἵνα τῷ μὲν τυρἀννῳ χρηστὰς ὑποσαίνοντες ἐλπίδας, ἀσινῆ τὰ οἰκεῖα διατηρῶσιν, Β ἐκ βασιλέως δὲ αὖθις ἀπαιτῶσι τιμάς τε καὶ δωρεὰς. ἦν δέ τι καἰ νεωτερισθείη, αὐτοὶ μὶν πάλιν ἑαυτοὺς τοῦ δράματος ἐξάγωσιν, τὸν δὲ βασιλέως θυμὸν καθ' ἱμῶν έηάψωσθβ, εἰ τι οὖν ἐμοὶ πείθεσθε, τούτους μὲν ὑμᾶς πρὸς θόρυβον ἐρεθίζοντας τὸ παρὸν ἐρρῶσθαι ἐάσατε. ἕκαστος δὲ ὑμῶν οἴκαδε ἀπελθὼν τὰ λεχθέντα σκοπείτω, καὶ εοσεσιε ὁποῖος ὑμῖν τὸ ξυμφέρον βπθέ'θεταο. "