Ἀπάρας γὰρ ἐκεῖθεν γίνεται κατὰ τὸν 'Υδροῦντα, V. 32 εἶτ’ ἐκεῖθι διακαρτερήσας ὀλίγας ἡμέρας καὶ τὴν γυναῖκα 4. βαϊμοῦνδον A. 8. ἔμφυλον P. 11. τῷ ἀκατασχέτῳ P, 12. Καννίνων A, 16. ἄντικρυς add. A. 19. προεξεταζεσθω coni. Diesterweg. Γαΐταν ἀπεκδεχόμενος, καὶ γὰρ καὶ ἀυτὴ ξυνεστράτευε τῷ ἀνδρὶ καὶ χρῆμα ἥν ἡ γυνὴ φοβερόν, ἐπειδὰν ἔξοπλίσαιτο,) ὡς ἐνηγκαλίσατο ταύτην ἐπελθοῦσαν, ἄρας ἐκεῖθεν πάλιν ὅλῳ στρατεύματι τὸ Βρεντήσιον καταλαμβάνει· ἔστι δὲ τοῦτο ἐπίνειον τῆς ὅλης Ἰαπυγίας εὐλιμενώτατον ἐνταῦθα δὲ καταπτὰς ἐκαραδόκει τε τὸ στράτευμα πᾶν ἐνταῦθα συναθροισθὴναι καί τὰς νῆας ἁπάσας, ὅσαι τε φορτίδες ἦσαν καὶ ὅσαι μακραί κὼ πολεμιστήριοι· ἐκεῖθεν γὰρ ἐπὶ τάδε τὸν C ἀπόπλουν ἐδόκει ποιεῖν. καὶ ἅμα ὁπόταν κατὰ τὴν Σάλερνον ἡν, πρέσβυν ἔξαποστέλλει τινὰ τῶν ἀμφ᾿ αὐτὸν μεγιστάνων Ῥμοὺλ ἐπονομαζόμενον πρὸς τὸν βασιλέα Βοτανειάτην, ἤδη μετὰ τὸν αὐτοκράτορα Δούκαν τῶν σκήπτρων ἐπειλημμένον· ἐκαραδόκει κω τούτου τὰς ἀποκρίσεις. αὐτῷ τε γὰρ ἐπεπόμφει μέμψεις τινὰς καὶ προφάσεις δῆθεν εὐλόγους τοῦ προκειμένου πολέμου, ὅτι τὴν θυγατέρα μνηστευθεῖσαν τῷ βασιλεῖ Κωνσταντίνῳ, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τὴν μὶν ἀπέζευξε τοῦ νυμφίου, τοῦ δὲ τὴν βασίλειαν παρείλετο , καὶ ὡς ἡδικηκότος πρὸς ἄμυναν αὐτὸς εὐτρεπίζοιτο. τῷ δὲ τηνικαῦτα D μεγάλῳ δομεστίκῳ καὶ ἔξάρχῳ τῶν δυτικῶν στρατευμάτων οὑτος μάτων οῦτος δ᾿ ἦν ὁ ἐμὸς πατὴρ Ἀλέξιος) δῶρα τέ ἐπεπόμφει καὶ γράμματα φιλίυν ἐπαγγελλόμενα. ταῦτα καραδοκῶν ἡτρεέμει τῷ Βρεντησίῳ. ἐπεὶ δέ, μήπω τῶν στρατευμάτων συλλεγέντων ἁπάντων καὶ τῶν νηῶν ἀπωσθεισῶν 1. αὐτῇ P. 11. ὀνομαζόμενον G. 23. ἀπωθεσισῶν PG, correxi. τῶν πλειόνων εἰς θάλασσαν, ἧκε Βυζαντόθεν καὶ ὁ Ῥαοὺλ μηδεμίαν ἀπόκρισιν πρὸς τὰ μεμηνυμένα ἐπενεγκών, εἰς θυμὸν ἀνερρίπισε πλέω τὸν βάρβαρον, καὶ μᾶλλον ὅτι καὶ δ’ καιολογίας ἥπτετο πρὸς τοῦτον τοιαύτης τῶν πρὸς τοὺς Ῥωμαίους πολέμων ἀπαγούσης. πρῶτα μὲν ὅτι ὁ ἐφεπόμενος P. 36 αὐτῷ μοναχὸς ὑποκριτής ἐστι καὶ γόης ἀνὴρ καὶ ὑποδύεται τὸν αὐτοκράτορα Μιχαήλ, καὶ ὅλως πλάσμα εστὶ τὸ κατ’ αὐτόν. ἐκεῖνον γὰρ ἰδεῖν φησι μετὰ τὴν ἀπὸ θρόνου καθαίρεσιν ὲν τῇ βασιλίδι πόλει φαιὸν ἐνδεδυμένον τριβώνιον καὶ ἐν μοναστηρίῳ διάγοντα, ἐπιμελὲς ποιησάμενος τὸ αὐταῖς ὄψεσι τὸν καταβεβλημένον βασιλέα θεάσασθαι. ἔπειτα προσετίθει καὶ τοῦτο, ὃ καὶ κατὰ τὴν ὑποστροφὴν συμπεπτωκὸς ἠκηκόει. ὁ γὰρ ἐμὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος, ὡς ὕστερον διηγήσομαι, τὸν Βοτανειάτην τῶν βασιλείων ἔξήλασε Β καὶ τὸν τοῦ Δούκα υἱὸν τὸν περιφανέστατον Κωνστατῖνον ἐκεῖνον ἐν τοῖς ὐφ᾿ ἥλιον προσηκάμενος, μετέδιδον αὐθις τῆς βασιλείας. τοῦτο κατὰ τὴν ὁδὸν ἀκηκοὼς ὁ Ῥαούλ, εἰς πειθὼ καὶ ταῦτα προσῆγε , παραλύειν πειρώμενος τὴν τοῦ πολέμου σκευήν. “τίνι γὰρ δικαίῳ λόγῳ πρὸς Ἀλέξιόν φησι πολεμήσομεν, τοῦ Βοτανειάτου τἀς ἀρχὰς δεδωκότος τῆς ἀδικίας καὶ τὴν θυγατέρα τὴν σὴν Ἑλένην τῶν Ῥωμαϊκῶν σκή- 1. ὁ om. G. 4. τῶν: τοῦ P. 5. lege ἀπᾳδούσης. 6. οδύεται G. 8. φημὶ G. 10. ποιησάμενον G. 14 ἐξήλασεν P. πτρων άποστερήσαντος; τὰ γὰρ παρ᾿ ἄλλων εἶς ἡμᾶς γινόμενα, οὐκ ἂν ἑτέροις τοῖς μὴ προσκεκρουκόσι κατὰ δίκην ἐνέγκοι πόλεμον. μὴ ἔχοντος δὲ τοῦ πολέμου δικαίαν πρόφασιν C τὰ ξύμπαντα φροῦδα, καὶ νῆες καὶ ὅπλα καὶ ἄνδρες καὶ παρασκευὴ πᾶσα πολεμιστήριος." ταῦτα ῥηθέντα ἔξώργισεν ἐπἰ πλέον Ῥομπέρτον· ἐμεμήνει γὰρ καὶ ἔμελλε τὼ χεῖρε τούτῳ έπιβαλεῖν. εἰ θατέρου δὲ καἰ ὁ πεπλασμένος ἐκεῖνος Δούκας V. 33 καὶ ψευδοβασιλεὺς Μιχαήλ, ὃν καὶ Ραίκτωρα ὠνομάκαμεν , ἐσχετλίαζε τε καὶ ἐδυσφόρει καἰ οὐκ εἶχεν, ὅπως κατάσχοι τὴν ὁργήν, οὕτω σαφῶς ἀλλὰ ἔξελεγχόμενος, ὡς οὐκ ἐκεῖνος ὁ Δούκας ἀλλὰ ψευδεπίπλαστος βασιλεύς. ὢν δὲ καὶ ἄλλως ἔξωργισμένος ὁ τύραννος κατὰ τοῦ Ῥαούλ, τοῦ ἀδελφοῦ D Ῥογέρη πρὸς Ῥωμαίους αὐτομολήσαντος καἰ διαμεμηνυκότος ἅπαντα κατὰ τὸν παρασκευαζόμενον πόλεμον, ἀβουλήθη κακόν τι δρᾶσαι τῷ Ῥαούλ, τὸν παραυτίκα θάνατον ἀπειλήσας. ὁ δὲ μηδ’ ἄλως πρὸς τὴν φυγὴν ἐρρᾳθυμηκώς, πρὸς τὸν Βαϊμοῦντον ἐδραπέτευσεν, ὥσπερ τι κρησφύγετον ἐκ τοῦ σχεδὸν αὐτὸν ἐφευράμενος. ἐτραγῴδει δὲ καἰ ὁ Ῥαίκτωρ τὰς παλαμναιοτάτας ἀπειλὰς τἀδελφῷ τοῦ Ῥαοὺλ τῷ πρὸς Ῥωμαίους αὐτομολήσαντι, μεγάλα τε κεκραγὼς καὶ τὸν μηρὸν τῇ δεξοᾷ πλήττων καὶ ἐξαιτούμενος τὸν Ῥομπέρτον καὶ λέγων “ἓν τοῦτο καἰ μόνον αἰτῶ, ὡς εἰ τῆς βασιλείας ἐπιδραξαίμην καὶ ἀποκατασταίην τοῖς θρόνοις, παραδοῦναί μοι τὸν Ῥογέρην, καἰ εἰ μὴ τοῦτον οἰκτίστῳ θανάτῳ παραδοίην 9. ἐσχειλιάζετο καὶ G. 15. δράσας P. 22. ἐπιδραξοίμην P. αὐτίκα ἐν μέσῃ τῇ πόλει ἀνασταυρώσας, τάδε ναὶ τάδε πείσομαι P. 37 ἐκ θεοῦ." ἀλλὰ μεταξὺ τῶν διηγήσεων τούτων γελᾷν επεισι μοι τοὺς ἄνδρας τούτους καὶ τῆς ἀπονοιας καὶ τῆς κουφότητος, μᾶλλον δὲ τῆς κατ’ ἀλλήλων ἀλαζονείας. ὁ μὶν γὰρ τοι Ῥομπέρτος πρόφασιν εἶχε τὸν ἀπατεῶνα τοῦτον καὶ δέλεαρ καὶ οἷόν τι πρόσχημα τοῦ συμπενθέρου καὶ βασιλέως, καὶ διεδείκνυ τοῦτον ταῖς πόλεσι καἰ πρὸς ἀποστασίαν ἐπῆρεν, ἐφ’ οὓς ἂν παραγένοιτο καὶ συμπείθειν ἠδύνατο, ἐν νῷ ἔχων, ἐπειδὰν κατὰ ῥοῦν αὐτῷ τὰ τοῦ πολέμου καὶ τῆς τύχης ἐπέλθοι , ἔπι τοῦ τραχήλου ῥαπίσας ἀποπέμψαι σὺν γέλωτι· μετὰ γὰρ τὴν θήραν καταγελᾶται τὸ δέλεαρ ὁ δὲ καὶ αὐτὸς Β ἐλπίσιν ἠπατημέναις ἐπρέφετο, εἴ που συμβαίη καὶ μετάσχοι κράτους τινός, οἶα φιλεῖ πολλάκις γίνεσθαι παραλόγως. ἀλλ’ ἐκεῖνος μὲν τῆς βασιλείας ἀπρἴξ ἐπιδράξοιτο, ὡς οὐκ ἂν τὸν βάρβαρον Ῥομπέρτον προσηκαμένου εἰς βασιλείαν τοῦ Ῥωμαϊκοῦ δήμου καὶ τοῦ στρατεύματος, αὐτῷ δὲ τῷ τέως ἀποχρῷτο καθάπερ ὀργάνῳ εἰς τὴν ὅλην τῆς σκευωρίας οἰκονομίαν ταῦτα ἐνθυμουμένῃ μοι μειδιᾷν ἐπέρχεται καὶ γέλως ἐπιτρέχει τοῖς χείλεσι πρὸς λύχνον ἐπισυρούσῃ τὸν κάλαμον.