Ἀλλὰ μὴ παρῶμεν τὰ κατὰ Λογγιβαρδίαν αὐτῷ διαπεπραγμένα πρὶν ἥκειν εἰς τὸν Αὐλῶνα σὺν τῷ στρατεύματι. ὁ μὲν γὰρ καὶ ἄλλως ἦν τυραννικὸς ἀνὴρ καὶ πικρότατος, Β τότε δὲ καὶ Ἡρώδου μιμεῖται μανίαν. μὴ γὰρ ἀρκούμενος τοῖς ἀνέκαθεν ἐστρατευμένοις ἀνδράσι καὶ πρὸς μάχην ἐπισταμένοις ὁπλίζεσθαι , νεοσύλλεκτον ποιεῖται στράτευμα, μηδεμιᾶς φειδόμενος ἡλικίας· ἀλλὰ καὶ τὴν ἔξωρον κὼ τὴν ἄωρον πανταχόθεν συναγηοχὼς Λογγιβαρδίας τε καὶ Ἀπουληΐας εἰς ἁαυτὸν ἐφειλκύσατο. καἰ ἦν ἰδεῖν καὶ παῖδας 3. δοὺξ: ῥὴξ Α. 7 ἐξοπληξόμενον P. 10. ἀλλ‘ om. G. 23. ἀφειλκύσατο P. ω καὶ μειρακίσκους καὶ· γέροντας ἀνθρώπους οἰκτρούς, οἳ μηδ’ ὅσον ἐν ὀνείροις ὅπλον ἐθεάσαντο, τότε δὴ ἐνδεδυμένους θώρακα κω ἀσπίδα κρατοῦντας καὶ τόξον ἀφυῶς πάντη καὶ ιηλμμελῶς τείνοντας καἰ κατὰ στόμα πίπτοντας, ἐπειδὰν βαδίζειν ἐξῆν. ταῦτα δὴ ταῦτα θορύβου μὲν πρόφασις ἦσαν C τῇ χώρᾳ Λογγιβαρδίας ἀκαταπαύστου, καὶ πανταχοῦ κλαυθμὸς ἀνδρῶν καὶ ὀλολυγμὸς γυναικῶν, καὶ ἐμερίζετο ταύταις τὰ τῆς συγγενείας. ἡ μὶν γὰρ αἰτῶν ἀστράτευτον ἄνδρω ἐθρήνει, ἡ δὲ ἀπειροπόλεμον παῖδα, ἄλλη δὲ ἀδελφὸν γεωργὸν ἣ πρὸς ἄλλα ἔργα ἠσχολημένον. καὶ ταῦτα μὲν ἄντικρυς, καθάπερ εἶπον, μανίας ἦσαν Ἡρώδου ἡ καὶ πλέον Ἡρώδου. ἐκεῖνος μὲν γὰρ κατὰ τῶν βρεφῶν ἐμεμήνει μόνον, οὖτος δὲ καὶ κατὰ παιδίον καὶ πρεσβυτέρων. ἀλλὰ καίπερ οὕτως ἐχόντων τούτων ἀνασκήτως, ὡς οὕτω γε φάναι, ἐγύμναζέ τε καθ’ ἡμέραν ἑκάστην καὶ συνεκρότει τὰ τῶν νεοσυλλέκτων D σώματα. ταῦτα μὲν έν Σαλέρνῳ συνεπεπτώκει Ῥομπέρτῳ, τρὶν εἰς Ὑδροῦντα παραγενέσθαι. ἐκεῖσε γὰρ προεξέπεμψε στράτευμα ἱκανώτατον, αὐτὸν ἀπεκδεχόμενον, ἐπειδὰν ἅπαντα καταστήσειε τὰ κατὰ τὴν χώραν Λογγιβαρδίαν καὶ πρὸς τοὺς πρέσβεις τὰς προσηκούσας ἀποκρίσεις ποιήσαιτο. τοσοῦτον μέντοι τῷ μάπᾳ προσέθετο , οὔτε τῷ υἱῷ αὐτοῦ Ρογέρῃ, ὃν Ἀπουληΐας ἁπάσης κεχειροτόνηκεν ἄρχοντα καὶ Βο- 9. γεωρηὸν Α, νέον PG. 10. καὶ add. G. 14. ἀνασκήτως Α, ἀνασκέπτως PG. οὕτως P. 16. σωμάτων G. 17. ἰδροῦντα GA. 21. ὅτι ? 22 ἄρχοντα om. G. Λοριτύλαν λαν τὸν ἀδελφιδοῦν coni. Ducangius. ριτύλαν τὸν ἀδελφόν, ἐπέσκηψεν, ἐπειδὰν ὁ τῆς Ῥὼμης θρόνος πρὸς βοήθειαν αὐτοὺς προσκαλοῖτο κατὰ τοῦ Ἐνερίχου ῥῆγός, προθυμότατα πρὸς αὐτὸν ἀφικέσθαι ναὶ τὴν δυνατὴν εἰσενεγκεῖν συμμαχίαν. τὸν μέντοι Βαϊμοῦντον, τὸν νεώτερον τῶν υἱέων αὐτοῦ καὶ κατὰ πάντα παρεμφερῆ τῷ πατρὶ καί τόλμαν καὶ ῥώμην καὶ γενναιότητα καἰ θυμὸν ἀκατάσχετον, ὅλως γὰρ οὗτος τοῦ πατρὸς ἀποσφράγισμα ἥν καὶ τῆς ἐκείνου φύσεως ἔμψυχον ἐκμαγεῖον,) μετὰ βαρυτάτου P. 35 στρατεύματος ἐν τοῖς καθ’ ἡμᾶς ἀποστέλλει χωρίοις, τοῖς ἀμφὶ τὸν Αὐλῶνα τόποις ἐπιπηδήσοντα. ὁ δὲ αὐτίκα ξὺν ἀπειλῇ καὶ ἀκατασχέτῳ ῥύμῃ καθάπερ τις ἐπιρρυεὶς κεραυνὸς τῶν τε Κανίνων καὶ Ἱεριχὼ καὶ τοῦ Αὐλῶνος παντὸς ἐπελάβετο καὶ ἀεὶ τι τὰ ξυμπαρακείμενα ᾕρει καὶ ἐπυρπόλει μαχόμενος. καὶ ἦν ὡς ἀληθῶς πρὸ τοῦ πυρὸς καπνὸς δριμύτατος καὶ πρὸ τῆς μεγάλης πολιορκίας πολιορκίας προοίμιον. βρούχους ἄντικρυς καὶ ἀκρίδας εἶπεν ἄν τις αὐτούς, τὸν πατέρα καὶ τὸν υἱόν· τὰ γὰρ κατάλοιπα Ῥομπέρτου ὁ τούτου υἱὸς Βαϊμοῦντος προσεπενείματο καὶ κατέφαγεν. ἀλλὰ Β μήπω γε τοῦτον εἰς τὸν Αὐλῶνα διαπεράσωμεν · προσεξεταζέσθω δὲ τὰ κατὰ τὴν ἀντιπέραν ἤπειρον αὐτῷ πεπραγμένα.