πάντων οὖν ἐγκράτης γενόμενος ηὐξάνετό τε τὸ ἐντεῦθεν ὁσημέραι, καὶ εἰς τὸ τυραννικώτερον ἀποκλίνων ταῖς Β πόλεσί τε προσετίθετο πόλεις καἰ τοῖς χρήμασι χρήματα. καἰ ἐν βραχεῖ πρὸς τὴν δουκικὴν περιωπὴν ἀναβεβηκώς, δοὺξ Λογγιβαρδίας ἁπάσης ὠνομάζετο. ἐντεῦθεν οὖν ἅπαντες πρὸς τὸν κατ’ αὐτοῦ φθόνον ἠρεθίζοντο. ὁ δὲ φρενήρης ὢν ἀνὴρ ὅπου μὶν θωπείαις χρησάμενος πρὸς τοὺς ἀντικαθισταμένους αὐτῷ, ὅπου δὲ καὶ δωρήμασι, τοὺς μεταξὺ τοῦ πλήθους, θορύβους ἐξωμαλίσατο καὶ τὸν κὰτ αὐτοῦ φθόνον τῶν μεγιστάνων εὐμηχάνως κατέστειλεν, ἔστι δ’ οὖ καὶ ὅπλοις χει- 9. νομισμ. ὁλκήν, πυνθανόμενος A. 13. ἀποστερεῖται ὀμμάτων G. φρούριον ρωσάμενος, ἅπαν τὸ κράτος Λογγιβαρδίας τε καὶ τῆς ὁμορούσης χώρας εἰς ἑαυτὸν ἀνεδήσατο. ἀεὶ δέτι ὁ Ῥομπέρτος οὗτος ἐπινοῶν τυραννικώτερον κὼ φανταζόμενος τὴν βασιλείαν Ῥωμαίων, προφάσεως, ὡς ἔφην, τῆς πρὸς τὸν αὐτοκράτορα Μι- C χαὴλ συμπενθερίας ἐπιδραξάμενος, τὸν πρὸς Ῥωμαίους ἐνερρίπισε πόλεμον. ἔφθημεν γὰρ εἰρηκότες, ὅτι Μιχαὴλ ὁ αὐτοκράτωρ οὐκ οἶδ᾿ ὅπως τὴν τοῦ τυράννου τούτου θυγατέρα Ἑλένη δὲ αὕτη προσηγορεύετο) τῷ υἱῷ Κωνσταντίνῳ κατηγγυήσατο. πάλιν δὲ μεμνημέν τοῦ νεανίσκου τούτου, παθαίνομαι τήν τε ψυχὴν καὶ τοὺς λογισμοὺς συγχέομαι· ἀνακόπτομαι δὲ τὴν ἀμφὶ τοῦτον διήγησιν, φυλάττουσα πάντα καιρῷ τῷ προσήκοντι. τοῦτο δὲ μόνον οὐχ ὑπομένω μὴ λέγειν, V. 26 κἀν ἔξω τοῦ καιροῦ λέγοιμι, ὡς ἄγαλμα φύσεως ἦν ὁ νεανίας ἐκεῖνος καὶ θεοῦ χειρῶν ὡς ὄντως εἰπεῖν, φιλοτί- D ​ μημα. εἰ γὰρ καὶ· μόνον ἐθεάσατό τις αὐτόν, εἶπεν ἂν ὡς τοῦ παρ’ Ἕλλησι μυθευομένου χρυσοῦ γένους ἀπορροή· οὕτως ἀμήχανον εἶχε τὸ κάλλος. ἐγὼ δὲ μετὰ τοσούτους ἐνιαυτοὺς μεμνημένη τοῦ νεανίου τούτου, δακρύων ἐμπίπλαμαι· ἐπέχω δὲ ὅμως τὸ δάκρυον καὶ ταμιεύω πρὸς τοὺς ἐπικαίρους τῶν τόπων, ἵνα μὴ τὰς μονῳδίας τῶν ἐμῶν ἀναμιγνῦσα ταῖς ἱστορικαῖς διηγήσεσι τὴν ἱστορίαν συγχέοιμι. οὗτος γὰρ ὁ νεάνισκος, περὶ οὖ κἀνταῦθα κὼ ἀλλαχόσε εἰρή- 5. ἀνερρίπιζε PG, alteruin Α. 10. λογισμοὺς: ὀφθαλμοὺς Α. 14. malim οὕτως. 18. νεανίσκου G. ἐμπίμπλαμαι G. P. 28 κειμεν, προχρόνιος πρὸ ἡμῶν καὶ πρὶν ἡμεῖς τόν ἥλιον ῖδοιμεν, μνηστὴρ ἐγεγόνει τῆς τοῦ Ῥομπέρτου Ἑλένης καθαρὸς καὶ ἀμόλυντος, καὶ τὰ ἔγγραφα συναλλάγματα ἐπ’ αὐτῇ ἐγεγράφεισαν, κἀν ἀτέλεστα καὶ ἐν ἐπαγγελίαις μόνον, ἀτελοῦς τὴν ἡλικίαν ὄντος τοῦ νεανίσκου· διεσπάσθη δὲ ἅμα τῷ τῆς βασιλείας ἐπιβῆναι τὸν βασιλέα Νικηφόρον τὸν Βοτανειάτην. ἀλλ’ ἐξετραπόμην τοῦ λόγου, ἐπανελεύσομαι δ᾿ αὖθις ἀφ᾿ οὗπερ ἐξετραπόμην. ὁ γάρ τοι Ῥομπέρτος ἐκεῖνος ἐξ ἀφανοῦς πάνυ τύχης περιφανὴς γεγονὼς καὶ πολλὴν δύναμιν ἀθροίσας πέρι αὑτόν, Β ἐπεβάλλετο καὶ Ῥωμαίων αὐτοκράτωρ γενέσθαι. καὶ προφάσεις εὐλόγους δῆθεν ἐπλάττετο τῆς πρὸς Ῥωμαίους δυσμενείας καὶ τῶν πολέμων. διττὸς δὲ ἐντεῦθεν φέρεται ὁ λόγος. ὁ μὲν γὰρ φημίζεταί τε καὶ διαρρεῖ καὶ μέχρι τῆς ἡμετέρᾳ ἀκοῆς ἔφθασεν, ὅτι τις μοναχὸς Ῥαίκτωρ ὀνομαζόμενος ὑπεκρίθη τὸν βασιλέα Μιχαὴλ καὶ πρὸς τὸν Ῥομπέρτον τοῦτον καὶ συμπένθερον αὐτομολήσας τὰς οἰκείας συμφορὰς ὠλοφύρετο. οὗτος γὰρ μετὰ τὸν Διογένην τῶν σκήπτρων Ῥωμαίων ἐπειλημμένος καὶ βραχύν τινα χρόνον διαπρέψας τὴν βασιλείαν, παρελύθη μὲν τῆς ἀρχῆς ὑπὸ τοῦ Βοτανειάτου ἐπα- C ναστάντος αὐτῷ, τὸν δὲ τῶν μοναχῶν ὑπέδυ βίον, μετὰ δὲ ταῦτα τὸν ἀρχιερατικὸν ποδήρη καὶ τὴν κίδαριν ἠμφιέσατο, εἰ βούλει δέ, καὶ τὴν ἐπωμίδα. τοῦτο δὲ συνεβούλευσεν ὁ καῖσαρ Ἰωάννης ὁ πρὸς πατρὸς αὐτῷ θεῖος, τὸ κοῦφον εἰδὼς 1. ἴδομεν Α. 3. ἐγγεγράφεισαν P. 12. ὁ prius add. A. 13. καὶ ὁ διαῤῥεῖ P. 18. τῇ βασιλείᾳ Α. an ἐνδιατρίψας τέ βασιλείᾳ ? vid. anaotat. τοῦ τηνικαῦτα κρατοῦντος καὶ μή τι πάθῃ δεινότερον δεδιώς. δώς. τοῦτον ὑπεκρίθη ὁ εἰρημένος μοναχὸς ἐκεῖνος Ῥαίκτωρ ἢ ἰαὶ ὡς οὕτως εἰπεῖν ῥέκτης τῶν ἁπανταχοῦ τολμηρότατος. πρόσεισί τε τᾠ Ῥομπέρτῳ ὡς δῆθεν συμπενθέρῳ καὶ τὰ τῆς ἀδικίας ἐκτραγῳδεῖ, ὡς καθαιρεθείη μὲν τῶν βασιλικῶν θρόνων, καὶ εἰς ὅπερ νῦν σχῆμα τοῦτον ὁρᾷ περιελθεῖν. καὶ D διὰ τούτων πάντων εἰς ἄμυναν ἐξεκαλεῖτο τὸν βάρβαρον. τὴν γὰρ καλήν φησι μείρακα τὴν αἰτοῦ νύμφην Ἑλένην ἀπερίστατον καταλεῖψαι καὶ χήραν ἄντικρυς τοῦ νυμφίου. τὸν γὰρ υἱὸν Κωνσταντῖνον καὶ τὴν βασιλίδα Μαρίαν προσρυῆναι τῷ Βοτανειάτῃ καἰ ἄκοντας δία τὴν τυραννίδα ἐβόα. ταῦτα λέγων παρώξυνέ τε τὸν θυμὸν τοῦ βαρβάρου καἰ πρὸς πόλεμον κατὰ Ῥωμαίων ἐξώπλιζε. τοιοῦτος μὲν λόγος περιρρεῖ V.27 μου τὰς ἀκοὰς καὶ οὐκ ἰχῶ γε διὰ θαύματος, εἴ τινες ἀδοξότατοί τινας τῶν ἐπὶ δόξης κω γένους εὐγενοῦς ὑποκρίνονται. P. 29 ἕτερος δέ με περιβομβεῖ πιθανώτερος λόγος ἑτέρωθεν φημιζόμενος, ὡς οὔτε μοναχός τις τὸν βασιλέα Μιχαὴλ ὑπεκρίνατο, οὔτε τοιοῦτόντι τὸν Ῥομπέρτον πρὸς τὸν κατὰ Ῥωμαίων ἐκίνησε πόλεμον, ἀλλ’ αὐτὸς ὁ βάρβαρος πολυτροπώτατος ὢν τὰ τοιαῦτα ῥᾳδίως ἐπλάττετο. ἔχει γὰρ ὧδε τὰ ἐφεξῆς. αὐτὸς μέν, ὥς φασιν, ὁ Ῥομπέ ρτος ῥᾳδιουργότατος 1. πάθῃ Α. πάθοι PG. 2. καἰ Ῥαίκτωρ PG, alterum Α. 6. νῦν add. A. ὁρῴη PG, ὁρᾶ A. 8. ἑαυτοῦ Α. διαῤῥεῖ PG, alteruin A. 14. μοι G. γε om. A. 15. τοὺς PG, τῶν Α. 16. πιθανώτατος G. 17. ἐπιφημιζόμενος Α. ὑπεκρίνετο A. 18. οὔτε τι ἕτερον τὸν Α. 19 ἀλλὰ P. κτης ὢν καὶ τὴν κατὰ Ῥωμαίων ὠδίνων μάχην καὶ πρὸ πολλοῦ πρὸς τὸν πόλεμον παρασκευζόμενος, ἐκωλύετο μὲν ὡς ἀδίκων πολέμων ἄρχων καὶ κατὰ Χριστιανῶν εὐτρεπιζόμενος B παρά τινων τῶν πέρι αὐτὸν ἐνδοξοτάτων ἀνδρῶν καἰ αὐτῆς τῆς γυναικὸς αὐτοῦ Γαΐτης καἰ ἀνεκόπτετο πολλάκις ἐπιχειρήσας τῆς τοιαύτης ὁρμῆς· βουλόμενος δὲ πιθανὴν τὴν πρόφασιν τοῦ πολέμου ποιήσασθαι , πέμπει τινὰς ἄνδρας εἰς Κοιρώνην τὰ ἀπόρρητα καταπιστεύσας αὐτοῖς τῶν βεβουλευμένων καὶ ἐπισκήπτει τοιαῦτα· ὡσ εἴ τινα μοναχὸν εὕροιεν βουλόμενον ἐκεῖθεν ἐνθάδε διαπερᾶσαι εἰς προσκύνησιν τοῦ νεὼ τῶν κορυφαίων καὶ πολιούχων τῆς Ῥώμης ἀποστόλων, ἐξ αὐτῆς ὄψεως μὴ πάνυ τὸ δυσγενὲς ἐμφαίνοντα, τοῦτον ἀσμένως ἐναγκαλίσασθαι καὶ οἰκειωσαμένους πρὸς αὐτὸν C ἀγαγεῖν. ἔπει δὲ τὸν προειρημένον ἐφεῦρον Ῥαίκτωρα, ἄνδρα ποίκιλον τε καὶ πρὸς πανουργίαν ἀπαράμιλλον, δηλοῦσι τῷ Ῥομπέρτῳ διὰ γραμμάτων κατὰ τὸ Σαλερηνὸν ἐνδιατρίωβοτι, ὅτι περ “ὁ σὸς κηδεστὴς Μιχαὴλ ὁ τῆς βασιλείας ἐξεωθεὶς κατέλαβε τὴν ἀπὸ σοῦ ἐξαιτούμενος βοήθειαν." οὕτω γὰρ αὐτοῖς ὁ Ῥομπέρτος ὑπέθετο τὰς πρὸς αὐτὸν ἐκθεῖναι γραφὰς. ὁ δὲ έν χερσὶ ταύτας λαβών, παρευθὺς μὲν τῇ ὁμευνέτιδι ὑπαναγινώσκει, εἶτα συναγαγὼν τοὺς κόμητας ἅπαντας, ὑποδείκνυσι καἰ τούτοις τὰ γράμματα , ὡς μηκέτι D κωλὸν: πὰρ αὐτῶν, εὐλόγου τάχα αἰτίας δραξάμενος. 4. αὐτὸν: αὐτῶν P. 14. Ῥαίκτορα P. 16. σαλερινὸν A. διατρίβοντι P. 17. ἀξιωθεὶς Α. lege ἐξωσθεὶς συντίθενται ἅπαντες παραχρῆμα τῇ τοῦ Ῥομπέρτου βουλῇ , καἰ οὕτως προσήκατό τε αὐτὸν καὶ εἰς ὁμιλίαν ἐλήλυθεν ἐντεῦθεν τὰ πάντα δραματουργεῖ καὶ σκηνὴν περιτίθησιν , ὡς ὁ βασιλεὺς εἴη Μιχαὴλ ὁ μοναχὸς ἐκεῖνος, ὡς καθαιρεθείη τῶν θρόνων, ὡς τὴν γυναῖκα καὶ τὸν παῖδα καὶ τἆλλα πάντα πρὸς τοῦ Βοτανειάτου ἀφαιρεθείη τυράννου καὶ ὡς τοῦτον ἀδίκως καὶ παρὰ πάντα δίκαιον λόγον τῆς ταινίας τε καὶ τοῦ διαδήματος τὸ μοναχικὸν περιέθεντο σχῆμα , καὶ “νῦν ἱκέτης ἡκέ" φησι “πρὸς ἡμῶς." ταῦτα εἰς μέσους ἐδημηγόρει ὁ Ῥομπέρτος, τήν τε βασίλειαν αὐτῷ διὰ τὸ κῆδος ἐπανασωθῆναι πρεσβεύων καἰ ἀξιῶν ἐκάστης ἡμέρας τὸν μοναχὸν P. 30 ἐκεῖνον , ὡς δῆθεν τὸν βασιλέα Μιχαήλ, καἰ προεδρίας νᾶι θρόνων ὑψηλοτέρων καὶ τιμῆς ὑπερβαλλούσης, καὶ ἄλλοτε ἄλλως τὰς δημηγορίας πλαττόμενος, νῦν μὲν ἐλεεινολογούμενος, οἶα πέπονθεν ἐπὶ θυγατρί, νῦν δὲ τοῦ συμπαενθέρου φειδόμενος ἐφ’ οἷστισι κακοῖς περιπέπτωκεν, νῦν δὲ προσπαροξύνων τε καὶ διεγείρων πρὸς πόλεμον τὸ πέρι αὐτὸν βάρβαρον, πικίλως ἐπαγγελλόμενος τούτοις χρυσοῦ θημῶνας, οὓς ἐκ τῆς Ῥωμαίων ἔχειν τούτοις κατεπηγγέλλετο. ἐντεῦθεν V. 28 πάντας ἐλκυσάμενος τῆς ῥινὸς καὶ πλουσιωτέρους καὶ πενεστέρους, Β ἀπάρας τῆς Λογγιβαρδίας, μᾶλλον δὲ πᾶσαν αὐτὴν ἑλκυσάμενος, καταλαμβάνει τὴν Σάλερνον μητρόπολιν οὖσαν Μέλφης, ἐν ᾑ τὰ κατὰ τὰς ἄλλας θυγατέρας αὐτοῦ πάντα 7. ante τῆς excidit ἀντ’. 9. ἦλθε A. 14. ἐλεινολογούμενος P. 17. προπαροξύνων P. καταπράξας καλῶς, ἐντεῦθεν τὰ πρὸς τὸν πόλεμον ἐξαρτύεται. δύο δὲ ἤστην αὐτῷ · τὴν γὰρ τρίτην ἡ βασιλὶς τῶν πόλεων εἶχεν ἐξ αὐτοῦ θαλάμου δυστυχῆ. ὁ γὰρ νεανίας ἐκεῖνος ἐξ ἀρχῆς αὐτῆς οὔπω ἔφηβος ὢν ἀπεστρέφετο τουτὶ τὸ κῆδος καθάπερ τοὺς μορμολυττομένους τὰ βρέφη τούτων C δὲ τὴν μὲν Ῥαϊμούντῳ τῷ υἱῷ κόμητος Βραχενῶνος κατηγγυήσατο, τὴν ἑτέραν δὲ συνέζευξε τῷ Εὐβούλῳ ἐπιφανεστάτῳ καὶ τούτῳ κόμητι. οὐδὲ ταῦτα τὰ συναλλάγματα πρὸς τὸ ἀσύμφορον ἑώρα Ῥομπέρτῳ· ἀλλὰ πανταχόθεν γὰρ συνεκε- κρότητο καὶ συνηθροίζετο ἑαυτῷ δύναμιν , ἐκ γένους, ἐκ τυραννίδος, ἐξ ἀγχιστείας , ἐξ ἄλλων τρόπων παντοδαπῶν. ὦν ἂν τις οὐδὲ ἐπινοήσαιτο.