Τοιοῦτος δὲ ὢν ὁ ἀνὴρ καὶ ἄγεσθαι ὅλως μὴ ἀνεσχόμενος, ἀπὸ Νορμανίας ἀπάρας μετά τινων ἱππέων, πέντε δὲ ἦσαν ἱππεῖς καὶ πεζοὶ τριάκοντα οἱ πάντες, ἐξελθὼν τῆς πατρίδος περὶ τὰς ἀκρολοφίας καὶ· τὰ ἄντρα καὶ τὰ ὄρη τῆς C Λογγιβαρδίας διέτριβε, χειρὸς λῃστρικῆς κατάρχων καὶ τοῖς ὁδίταις ἐπιτιθέμενος, ὅπου μὲν ἵππους, ὅπου δὲ καὶ πράγματα ἄλλ᾿ ἄττα καὶ ὅπλα προσεπικτώμενος. καὶ τὰ προοιμίῳ τοῦ βίου τούτῳ αἱμάτων ἦσαν ἐκχύσεις καὶ ἀνδροφονίαι πολλαί. χρονοτριβῶν δὲ ἐν τοῖς μέρεσι τῆς Λογγιβαρδίας, οὐκ ἔλαθε Γελίελμον τὸν Μασκαβέλην, ὃς κατ’ ἐκεῖνο καιροῦ μέρους μεγίστου τῶν παρακειμένων τῇ Λογγιβαρδίᾳ ἡγεμὼν ἐτύγχανεν ὤν· ὅθεν τὰς εἰσόδους δαψιλεῖς ἂν ἔτος ἐλάμβανεν, κἀντεῦθεν δυνάμεις ἱκανὰς ἐπαγόμενος ἐπιφανὴς D 10. ἀφανεστέρας G in margine. 12. τινων: τῶν P. 17. ἄλλά τινα A, ἄλλά τὰ PG, correxi. ἐπεκτήσατο Α. ἥν ἀρχηγὸς. μεμαθηκὼς δὲ περὶ τοῦ Ῥομπέρτου ὁποῖός ἐστι κὰτ ἄμφω, ψυχὴν καἰ σῶμά φημι, προσήκατό τε ἀβούλως τὸν ἄνδρα καἰ μίαν τῶν θυγατέρων τούτῳ κατηγγυήσατο. καὶ πληρώσας τὸ κῆδος, θαυμάσας αὐτὸν τῆς τε φύσεως καὶ τῆς περὶ τὰ στρατιωτικὰ ἐμπειρίας, οὐμενοῦν τὰ κατὰ γνώμην ηὐτύχησεν. καὶ γὰρ καὶ πόλιν καθαπερεί τι ἕδνον αὐτῷ ἐδεδώκει καἰ ἀλλ’ ἄττα προσεπεφιλοτιμήσατο. ὁ δὲ περὶ αὐτὸν δύσνους γενόμενος καὶ ἐπανάστασιν κατ’ αὐτοῦ μελετήσας, τὰ μὲν πρῶτα τὸν εὔνουν ὑπεκρίνετο καὶ τὰς δυνάμεις P. 25 μεις προσετίθει τριπλασιάσας μὲν τοὺς ἱππεῖς, εἰς δὲ διπλασίους τοὺς πεζοὺς ποιησάμενος. καὶ τοὐντεῦθεν ὑπέρρει τὰ τῆς εὐνοίας καὶ κατὰ μικρὸν παρεγυμνοῦτο ἡ κακοήθεια. καὶ V. 24 οὐ διελίμπανε προφάσεις καθεκάστην σκανδάλων διδοὺς καὶ λαμβάνων καὶ τρόπους συνεχεῖς μηχανώμενος, ἀφ᾿ ὧν ἔριδές τε καί μάχαι καὶ πόλεμοι εἰώθασι τίκτεσθαι. ἐπεὶ δὲ ὁ ῥηθεὶς Γελίελμος ὁ Μασκαβέλης πλούτῳ καὶ δυνάμει κατὰ πολὺ διέφερεν αὐτοῦ ἀπογνοὺς ὁ Ῥομπέρτος τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μάχην, βουλὴν βουλεύεται πονηράν. καί B προβάλλεται μὲν τὴν εὔνοιαν καὶ τὸ μεταμέλον πλάττεται, καὶ ὐπορύττει δόλον αὐτῷ δεινὸν καὶ δυσφώρατον, τάς τε πόλεις αὐτοῦ κατασχεῖν καὶ κύριος γενέσθαι τῶν προσόντων ἁπάντων τῷ Μασκαβέλῃ. καὶ πρῶτα μὲν τὰ πρὸς εἰρήνην ἐπερωτᾷ καὶ συνελθεῖν εἰς λόγους αὐτοπροσώπως διαπρεσβεύεται, ὁ 6. εὐτύχησεν G. καθάπερ τι Α. 7. ἀλλ’ ἄττα correxi, codices ut siipra. προσεφιλοτιμήσατο A, προσεπιφιλοτ. PG, correxi. 9. τόν: τὸ A. 10. τριπλασιάσαι P. 23. τὰ εἰς PG, τὰ om. A. δὲ τὴν πρὸς αὐτὸν εἰρήνην ἀσπάζεται φιλῶν τὴν θυγατέρα ἐξόχως, καὶ συντίθεται τὴν ὁμιλίαν ἐς νέωτα. ὁ δὲ Ῥομπέρτος καταγγέλλει τόπον αὐτῷ, έν ᾦ συνελθόντας διαλεχθῆναι προσήκει καί τὰς πρὸς ἀλλήλους συνθέσθαι σπονδάς. ἀκρολοφίαι δὲ ἦσαν δύο ἔξ ἴσου τῆς πεδιάδος ἒξυπανέχουσαι κάτα διάμετρον τὴν θέσιν λαχοῦσαι, τὸ δὲ μεταξὺ τούτων ἑλῶδες ἦν καὶ κατάσκιον δένδροις παντοδαποῖς καἰ φυτοῖς. ἔνθα κω λόχον ἐστήσατο ὁ δεινὸς ἐκεῖνος Ῥομπέρτος τέσσαρας ἄνδρας C ἐνόπλους γενναιοτάτους, παρεγγυησάμενος πανταχόσε παπταίνειν τὰ ὄμματα· ἐπειδὰν δὲ ἴδοιεν αὐτὸν μέτα τοῦ Γελιέλμου συμπλεκόμενον, εὐθὺς πρὸς ἐκεῖνον ἀναδραμεῖν ἀναδραμεῖν, μηδὲν τὸ παράπαν μελήσαντας. ταῦτ’ οὖν προκατασκευάσας ὁ κακουργότατος ἐκεῖνος Ῥομπέρτος, τὴν μὲν τῶν ἀκρολοφιῶν εἰς τὴν μετὰ τοῦ Μασκαβέλη ὁμιλίαν χρησιμεύουσαν κατέλιπε, φθάσας ταύτην ὑποδεῖξαι αὐτῷ, θατέραν δὲ οἶον ἰδιοποιησάμενος, πεντεκαίδεκα ἱππέας καὶ πεζοὺς ὡσεὶ ἲξ καὶ πεντήκοντα μεθ’ ἑαυτοῦ συλλαβόμενος, ἀνελθὼν ἐν αὐτῇ συνέταξε, τὴν βουλὴν πᾶσαν τοῖς ἀξιολογωτέροις τούτων ἐξορχησάμενος, καί ἑνὶ τούτων παραγγείλας τὰ αὑτοῦ ὅπλα βαστάζειν, D ἀσπίδα καὶ κρόνος καὶ ἀκινάκην, ὡς ῥᾳδίως διὰ τούτων ἐξοπλισθείη, καὶ· τοῖς λοχῶσι τέσσαρσιν ἐπισκήψας, ἵν’ ὁμηνίκα τῷ Μασκαβέλῃ συμπλακέντα τοῦτον θεάσοιντο, 2. καί που τίθεται G. 12. lege μελλήσαντας. 14. κατέλοιπε P. 17. μεθ᾿ ἑαυτοῦ συλλαβόμενος add. G. ἀνελθεῖν P. 21. λοχῶσιν P. θᾶττον ἀναδράμωσι πρὸς αὐτόν. καὶ ὁ Γελίελμος κατὰ τὴν συγκειμένην ἡμέραν ἤρχετο πρὸς τὴν ἀκρώρειαν εἰς τὸν τόπον, ὃν φθάσας αὐτῷ ὁ Ῥομπέρτος ὑπέδειξε, τὰς μετ᾿ αὐτοῦ συνθήκας πληρώσων. ὂν ἰδὼν ἐγγύθεν ἐκεῖνος γενόμενον. αὐτῷ τε ἱππότης προσυπαντήκει, καὶ ἀσπασάμενος ἐδεξιοῦτο μάλα εὐθύμως. ἔστησαν οὖν ἄμφω εἰς τὸ πρανὲς μικρὸν τῆς ἀκρολοφίας ὑποκλίναντες, ὁμιλοῦντες ἅττα καὶ ἔμελλον P. 26 ποιεῖν. ὁ δὲ δεινὸς ἐκεῖνος Ῥομπέρτος λόγους ἐκ λόγων συνείρων ἔτριβε τὸν καιρόν, εἶτα φησι πρὸς τὸν Γελίελμον “ἵνα τί τοῖς ἵπποις ἐποχούμενοι κοπιῶμεν; ἀποβάντες καθεδούμεθα εἰς τοὔδαφος καὶ ἀφροντίστως περὶ ὧν χρὴ ὁμιλήσομεν." πείθεται ὁ Μασκαβέλης νήπιος ἀγνοήσας τὸν δόλον καὶ οὗ κακοῦ φέρεται, καὶ ἀποβαίνοντα τὸν Ῥομπέρτον τοῦ ἵππου θεασάμενος, πεζὸς καὶ αὐτὸς τηνικαῦτα εἰστήκει καἰ τῇ γῇ τὸν ἀγκῶνα διερεισάμενος αὖθις λόγων κατήρχετο. ὁ δὲ Ῥομπέρτος δουλείαν ὡμολόγει τοῦ λοιποῦ τῷ Μασκαβέλῃ καὶ πίστιν, εὐεργέτην αὐτὸν καὶ· κύριον ὀνομάζων. θεασάμενοι B δὲ τούτους οἱ τοῦ Μασκαβέλη τῶν ἵππων καὶ λόγων ἄλλων ὥσπερ καταρχομένους, καμόντες ἀπό τε τοῦ καύσωνος ἀπό τε τοῦ δεηθῆναι καὶ τροφῆς καὶ ποτοῦ, ὥρα γὰρ θέρους ἦν, ὁπηνίκα τὰς ἀκτῖνας ὁ ἥλιος κατὰ κορυφὴν εἴωθε βάλλειν,) καὶ τῆς ἀλέας ἀφορήτου γινομένης, οἱ μὲν τῶν ἵππων ἀποβαίνοντες τοὺς χαλινοὺς περὶ τοὺς 1. αὐτον οὑς G. 4. πληρώσας P. ἐκεῖνος ἐγγύθεν γενόμενος G. 5. lege προσυπηντήκει. 13. lege οἷ κακοῦ. 21. κατὰ κορυφὴν om. G. πτόρθους τῶν δένδρων ἀναδεσμοῦντες, εἰς τοὔδαφος κατεκλίνοντο, ταῖς ἀπὸ τῶν ἵππων καὶ τῶν δένδρων σκιαῖς ἀναψυχόμενοι, V. 25 οἱ δὲ οἴκαδε ἐχώρουν. ἀλλ᾿ οὗτοι μὲν οὕτως. ὁ δὲ τὰ πάντα δεινὸς Ῥομπέρτος οὕτω ταῦτα προκαταστήσας, ἀθρόον ἐπιφύεται τῷ Μασκαβέλῃ, καὶ τὸ ἥμερον ἀφεὶς βλέμμα πρὸς τὸ ὀργιλώτερον μεταβάλλεται, καὶ φόνιον αὐτῷ ἐπιβάλλει τὴν χεῖρα. καὶ συμπλακεὶς ἀντισυνεπλέκετό τε καὶ C εἱλκε καὶ εἵλκετο, καὶ ἐκυλίοντο ἄμφω κατὰ τοῦ πρανοῦς. δήσαντες δὲ οἱ λοχῶντες ἀνέτρεχον ἐκεῖνοι ἄνδρες θεασάμενοι, ἀναδύντες τοῦ ἕλους ἐπέδραμον ἤδη τῷ Γελιέλμῳ, καὶ· ξυνδήσαντες ἁπανταχόθεν ἀνέτρεχον ὡς πρὸς τοὺς εἰς τὴν ἑτέραν ἀκρώρειαν ἱσταμένους ἱππεῖς τοῦ Ῥομπέρτου, ἤδη καὶ αὐτῶν ὑποκαλταζόντων κατὰ τοῦ πρανοῦς πρὸς αὐτούς· ὄπισθεν δὲ ἐδίωκον οἱ τοῦ Γελιέλμου. ὁ δέ γε Ῥομπέρτος ἐπιβὰς τοῦ ἵππου, κράνος τε καὶ δόρυ λαβὼν καὶ γοργῶς ἐναγκαλισάμενος καὶ ἀσπίδι περιφράξας ἑαυτὸν, ἐπιστραφεὶς D πλήττει ἔνα τῶν τοῦ Γελιέλμου διὰ δόρατος, ὁ δ’ ἅμα τῇ πληγῇ καὶ τὴν ψυχὴν συναφῄρητο. έν τοσούτῳ τὴν φορὰν τῶν ἀμφὶ τὸν πενθερὸν ἱππέων ἀναχαιτίσας καὶ τὴν ἀπὸ τούτων βοήθειαν ἀνακόψας, οἱ δέ γε λοιποὶ τοὺς ὑπὲρ κεφαλῆς αὐτῶν καταβαίνοντας ἱππότας τοῦ Ῥομπέρτου ὡς καὶ ἀπὸ τοῦ τόπου βοηθουμένους θεασάμενοι, παραχρῆμα τὰ νῶτα διδόασιν,) οὕτω γοῦν τὴν φορὰν τῶν τοῦ Μασκαβέλη 2. τῶν alleriiin om. G. 9. τέσσαρες Ρ, alterum GA. 13. ὑποκολπαζόντων P. περιφραξάμενος Α. βοηθουμένου G. ἰππέων ἀνακόψαντος τοῦ Ῥομπέρτου, ἄγεται τηνικαῦτα ὁ Μασκαβέλης δέσμιος καἰ αἰχμάλωτος εἰς ὅπερ δέδωκεν αὐτῷ εἰς προῖκα φρούριον, ὅτε τὴν θυγατέρα τούτῳ κατηγγυήσατο. καὶ εἶχεν ἄρα τότε τὸν οἰκεῖον δεσπότην ἡ πόλις ἔμφρουρον, φρούριον ἐντεῦθεν εἰκότως προσαγορευομένη. οὐδὲν δὲ χεῖρον καὶ P. 27 τὴν ὠμότητα τοῦ Ῥομπέρτου διηγήσασθαι. ἐπειδὴ γὰρ ἅπαξ ἐγκρατὴς ἐγεγόνει τοῦ Μασκαβέλη, τὰ πρῶτα μὲν τῶν ὀδόντων ἁπάντων ἀποστερεῖ, ἐφ’ ἑκάστῳ τούτων προσαπαιτῶν πολυτάλαντον ὁλκὴν νομισμάτων καὶ πυνθανόμενος, οὖ ταῦτα ἐναπέθετο. ἔπει δὲ οὐκ ἔληγεν ἀπαράσσων ἴστ’ ἂν ἅπαντα ἔλαβε, καὶ ἅμα οἱ τε ὀδόντες ἐξέλιπον καὶ τὰ χρήματα, ἐπὶ τοὺς ὀφθαλμοὺς Γελιέλμου ἐπιβάλλει τοὺς ὀφθαλμοὺς ὁ Ῥομπέρτος, καὶ φθονήσας τούτῳ τῶν ὄψεων ἀποστερεῖ τῶν ὀμμάτων.