ΚαθάΠερ, οἶμαι, τὰ πονηρευόμενα τῶν σωμάτων πὴ μὲν ταῖς ἔξωθεν αἰτίαις κακοῦνται, ἔστι δ’ ὅπου καὶ τὰ αἴτια τῶν νοσημάτων ἀφ’ ἑαυτῶν ἀναβλύζουσι, καὶ αἰτιώ- 1. ἅπαντες om. Α. 2. παρέδοσαν Α. 14. καλέσῃ A. 16. ἁμάρτῃ τῆς A. lege ἁμάρτοι τὸ τῆς ἀληθείας vid. annotationes. μεθα πολλάκις μὶν τὰς τοῦ περιέχοντος ἀνωμαλίας καί τινας τροφῶν ποιότητας πυρετῶν γενέσεις, ἐνίοτε δὲ καὶ χυμῶν σηπεδόνας· οὕτω δῆτα καὶ ἡ τῶν Ῥωμαίων κακότης κατ᾿ ἐκεῖνο καιροῦ νῦν μὲν ἀνεβλάστησε θενατώδεις κῆρας τοὺς προειρημένους ἄνδρας ἐκείνους, λέγω δὴ Οὐρσελίους καὶ Βασιλακίους καὶ ὅσοι τὸ τυραννικὸν συνεπλήρουν πλῆθος πλῆθος, νῦν P. 23 δὲ ἔξωθέν τινας καὶ ἐπεισάκτους τυράννους τὰ τῆς τύχης ταύτῃ ἐπεισηγάγετο ἀπρόσμαχόν τι κακὸν καὶ ἀνίατον νόσημα, καθά γε καὶ τὸν ἐπὶ τυραννικῇ γνώμῃ διαβόητον Ῥομπέρτον ἐκεῖνον τὸν ἀλαζόνα, ὂν Νορμανία μὲν ἤνεγκε ἤνεγκε, φαυλότης δὲ παντοδαπὴ καὶ ἐθρέψατο καὶ ἐμαίευσεν. ἡ δὲ Ῥωμαίων ἐχθρὸν τηλικοῦτον ἐφ’ ἑαυτῆς εἵλκυσε, πρόφασιν δεδωκυῖα τῶν ἀπ᾿ ἐκείνου πολέμων τοῖς πρὸς ἡμᾶς κῆδος ἑτερόφυλόν Β τε κὼ βάρβαρον καἰ τὰ πρὸς ἡμᾶς ἀπροσάρμοστον, μᾶλλον δὲ ἀπροσεξία τοῦ τότε κρατοῦντος Μιχαὴλ τοῦ τὰς τοῦ γένους σειρὰς πρὸς τοὺς Δούκας ἀνάπτοντος εἰ δὲ καὶ καθαπτοίμην τινὸς τῶν κὰν αἷμά μοι προσηκόντων, (καὶ γὰρ κἀμοὶ τὰ πρὸς μητρὸς ἐκεῖθεν καταρρεῖ,) νεμεσάτω μηδείς· τὴν τε γὰρ ἀλήθειαν ἐξ ἁπάντων προειλόμην ξυγγράφειν καὶ ὅσον ἔπι τούτῳ τὰς ἐξ ἁπάντων μέμψεις ἀνεστειλάμην. ἐκεῖνος γὰρ ὁ εἰρημένος αὐτοκράτωρ ὁ Δούκας Μιχαὴλ τὴν τοῦ βαρβάρου τούτου θυγατέρα εἰς τὸν ἑαυτοῦ υἱὸν κατηγγυήσατο Κωνσταντῖνον, κἀντεῦθεν ἀνερράγη τὰ τῶν πολε- C 1. ἀνωμαλίας A, ὁμιλίας PG. 3. κακότης om. A. 5. δὲ G. 18. μητέρος Ρ. μίων. καὶ περὶ μὶν τοῦ υἱέος τοῦ βασιλέως τουτουὶ Κωνσταντίνου καὶ τοῦ πέρι αὐτόν γαμικοῦ συναλλάγματος καὶ ὅλως τοῦ βαρβαρικοῦ κήδους, καὶ δὴ καὶ ὅπως εἶχε κάλλους τε καὶ μεγέθους ὁ ἀνὴρ καὶ ὁποῖος ἦν τὴν φύσιν καὶ ποδαπός, κατὰ καιρὸν ἐροῦμεν, ἐπειδὰν ἀπολοφυροίμην καὶ τὰς ἐμὰς συμφορὰς μικρὸν μετὰ τὴν τοῦ κήδους τούτου διήγησιν καὶ τὴν ἧτταν τῆς βαρβαρικῆς ἁπάσης δυνάμεως καὶ τὴν ἀπώλειαν τῶν Νορμανόθεν τυράννων, οὓς ἐξ ἀλογίας κὰτ D τῆς τῶν Ῥωμαίων ἐθρέψατο. ἀλλὰ πρότερον δεῖ ἄνωθέν που V. 23 τὸν λόγον ἀναγαγοῦσαν τὰ περὶ τοῦ Ῥομπέρτου τούτου διηγήσασθαι, ὅπως τε εἶχε γένους καὶ τύχης, καὶ εἰς οἶον κρά- τος καἰ ὕψος ἡ φορὰ τῶν πραγμάτων τοῦτον ἀνήνεγκε, μῆλλον δέ, ἴν’ εὐσεβέστερον φαίην, οὗ παρεχώρησε τοῦτον ἡ πρόνοια προελθεῖν, ἐνδοῦσα πρὸς τὰς ἐκείνου κακοτρόπους ὁρμάς τε καὶ μηχανάς. ὁ δὲ Ῥομπέρτος οὗτος Νορμάνος τὸ γένος, τὴν τύχην ἄσημος, τὴν γνώμην τυραννικός, τὴν ψυχήν πανουργότατος, τὴν χεῖρα γενναῖος, ἐπιθέσθαι μὲν δεινότατος P. 24 πλούτῳ καὶ περιουσίᾳ μεγάλων ἀνδρῶν, καταπρᾶξαι δὲ ἀφυκτότατος, ἐς τὸ ἀναντίρρητον τὰ τοῦ σκοποῦ περιάγων. τὰ δὲ τοῦ σώματος τοσοῦτος εἰς μέγεθος, ὡς καὶ τῶν μεγίστων ὑπερανέχειν, πυρσὸς τὸ χρῶμα, τὴν κόμην ξανθός, τοὺς ὤμους εὐρύς, τοὺς ὀφθαλμοὺς ἀλλὰ πῦρ ἀπ’ αἰτῶν μονονουχὶ ἀπεσπινθηρίζετο, καὶ ὅπου μὲν ἴδει διοργανῶσαι τὴν 2. ὑιέως P. 9. ἐτρέψατο? 13. οὗπερ ἐχώρησε P, alterum G. 22. fortasse leg. ὀφθαλμοὺς Χάροπος καὶ πῦρ vid. annolationes. φύσιν τὸ πλάτος, εὐμήχανον ἦν, ἕπου δὲ ἀποστενῶσαι τοῦτο, εἰς τὸ εῦρυθμον διωμάλιστο. οὕτως ἐξ ἄκρας κεφαλῆς ἐς πόδας ὁ ἀνὴρ κατερρύθμιστο, ὡς πολλῶν λεγόντων πολλάκις ἀκήκοα. τὸ δὲ φθέγμα, Ὅμηρος μὲν πέρι Ἀχιλλέως ἐποίη- Β σεν, ὡς ἅν φωνήσαντος ἐκείνου, φαντασίαν ἐσχήκεσαν οἱ ἀκούοντες πολλῶν θορυβούντων, τούτου δὲ τοῦ ἀνδρός, ὥς φασι, τὸ ἐμβόημα πολλὰς ἐτρέπετο μυριάδας. οὕτως ἔχων ὢ τύχης καὶ φύσεως κὼ ψυχῆς, ἀδούλωτος ἦν ὡς εἰκός, μηδενὶ τῶν ἁπάντων ὑποταττόμενος. τοιαῦται γὰρ αἱ μεγάλαι φύσεις, ὥς φασι, κἀν τύχης ὦσιν ἀφαυροτέρας.