Ὁ βασιλεὺς Ἀλέξιος καὶ ἐμὸς πατὴρ καί πρὸ τοῦ τῶν V. 7 σκήπτρων ἐπειλῆφθαι τῆς βασιλείας μέγα ὄφελος τῇ βασι- ΑΛΕΞΙΑΣ λείᾳ Ῥωμαίων γεγένηται. ἤρξατο μὲν γὰρ στρατεύειν ἐπὶ Ῥωμανοῦ τοῦ Διογενοῦς. θαυμαστός τις γὰρ ἐφαίνετο ἐν τοῖς κὰτ αὐτὸν καὶ φιλοκινδυνότατος. οὗτος γὰρ τεσσαρεσκαιδεκάτου ἔτους ὢν κὰτ ἐκεῖνο καιροῦ συνεκστρατεύειν ἠπείγετο τῷ βασιλεῖ Διογενεῖ κατὰ περσῶν βαρυτάτην ἄγοντι στρατιάν, καὶ τοῦδε ὁρμήματος ἀπειλὴν κατὰ τῶν βαρβάρων B ἐμφαίνων καὶ ὡς εἰ συμπλακήσεται τοῖς βαρβάροις, τὸ ξίφος αὑτοῦ μεθύσει ἀφ’ αἵματος· οὕτως ἦν φιλοπόλεμος ὁ νεάνισκος. ἀλλὰ τότε οὐκ ἐπεχώρησεν ὁ αὐτοκράτωρ Διογένης αὐτῷ ξυνέπεσθαι, ἅτε πάθους καταλαβόντος τὴν μητέρα βαρυτάτου. ἐθρήνει γὰρ τὸ τηνικαῦτα θάνατον τοῦ πρωτοτόκου υἱοῦ Μανουήλ, ἀνδρὸς μεγάλα καὶ ἀξιάγαστα ἔργα ἐνδεδειγμένου τῇ τῶν Ῥωμαίων ἀρχῇ· καὶ ἕνα μὴ ἀπαραμύθητος εἴη ἐκείνη, τὸν μὲν τῶν υἱέων μηκέτι γινώσκουσα οὖ κατορύξειε, τὸν δὲ ἀποστέλλουσα ὲν πολέμοις καὶ C δεδοικυῖα, μή τι ἀπαίσιον συναντήσῃ τῷ νεανίσκῳ καἰ οὐδ’ οἶ γῆς πεσεῖται ἐπιγνώσεται, διὰ ταῦτα ὑποστρέψαι πρὸς τὴν μητέρα τὸ μειράκιον Ἀλἔξιον κατηνάγκασε. καὶ τότε μὲν ἀπελείφθη καὶ ἄκων τῶν συστρατευομένων, ἀλλ᾿ ὅ γε ἐφεξῆς καιρὸς πέλαγος ὑπανέῳξεν αὐτῷ τῶν ἀνδραγαθημάτων. ἐπὶ γάρ τοι τοῦ βασιλέως Μιχαὴλ τοῦ Δούκα μετὰ τὴν τοῦ 1. γὰρ om. Α. 2. τις add. G, θαυμαστόν τε γάρ ἐγίνετο Α. 3. τεσσαρεσκαίδεκα ἴτων G, ἔτος τεσσαρεσκαιδέκατον γὰρ ἄγων Α. 6. ὁρμήματος A, μηνίματος P, μήματος G. 8. αὑτοῦ om. G. 9. ἐπεχώρησεν G, ἐξεχώρησεν ΡΑ. 15. πολέμῳ G. 16. συναντήσῃ A, συναντίσοι Ρ, συναντήσοι G. 20. τῶν add. A, αὐτῷ ἀνδραγαθησύνης G. Διογενοῦς βασιλέως καθαίρεσιν, ὅσος ἦν εἰς ἀνδρείαν, παρέδειξε τὰ κατὰ τὸν Οὐρσέλιον πράγματα. ἦν μὲν γὰρ οὗτος D Κελτὸς ἀνέκαθεν τῇ στρατιᾷ Ῥωμαίων κατειλεγμένος, εἰς δὲ μέγα τύχης ἔξογκωθεὶς καὶ δύναμιν συναθροίσας ἀμφ’ αὐτὸν καἰ στρατιὰν ἀξιόλογον, τῶν μὲν ἐκεῖθεν ὄντων ὅθεν καὶ αὐτὸς ὥρμητο, τῶν δὲ καὶ ἐξ ἄλλου γένους παντοδαποῦ, βαρὺς ἦν αὐτόθεν τύραννος· πολλὰς δὲ ταλαντεύσεις λαβούσης τῆς τῶν Ῥωμαίων ἡγεμονίας καὶ τῶν Τούρκων καθυπερτερησάντων τερησάντων τῆς τύχης Ῥωμαίων, τῶν δὲ εἰς τὸ κατόπιν ὑπαχθέντων, ὥσπερ ψάμμου ποδῶν ὑποσπασθείσης, τηνικαῦτα Ρ. 4 καἰ οὗτος τῇ βασιλείᾳ Ῥωμαίων ἐπέθετο. καὶ ἄλλως μὲν ὢν τυραννικώτατος τὴν ψυχήν, τότε δὲ καὶ μᾶλλον ἐ·ξα- φθεὶς πρὸς καθαρὰν τυραννίδα διὰ τὸ κατηφὲς τῶν τῆς βα- σιλείας πραγμάτων, τὰ τῆς ἑῴας πάντα σχεδὸν ἐληΐσατο. πολλῶν δὲ πιστευθέντων τὸν μετ’ αὐτοῦ πόλεμον ἐπ’ ἀνδρείᾳ διαβεβοημένων καὶ πείραν εἰσενεγκαμένων πλείστην πολέμου καὶ μάχης, οὗτος ὑπερπαίων ἐφαίνετο καὶ τὴν ἐκείνων πολυπειρίαν, πὴ μὲν αὐτὸς προσβάλλων καὶ τρέπων καὶ καθά- περ πρηστὴρ ἐμπίπτων τοῖς ἀντικαθισταμένοις αὐτῷ, πὴ δὲ καὶ συμμαχίαν λαμβάνων ἀπὸ τῶν Τούρκων. ἀνυπόστατος ἦν ταῖς ὁρμαῖς , ὥστε καὶ τῶν πάνυ μεγιστάνων τινὰς κατασχεῖν B καὶ τὰς ἐκείνων κλονῆσαι φάλαγγας. ὅτε δὴ καἰ 8. τῶν ante Τούρκων om. Α. 10, ὥσπερ : ὑπὲρ P. 11. τῶν Ῥωμαίων G. 17. αὐτὸς P. τἀδελφὼ ἐτάττετο ὁ ἐμὸς πατὴρ Ἀλέξιος καὶ ἄντικρυς ὑπεστρατήγει τούτῳ, τὰ στρατεύματα πάπα ἑῴας καὶ ἑσπερίου λήξεως ἐγκεχειρισμένῳ. ἐπεὶ δὲ ἐν ἀμηχάνοις ἦν τὰ πράγματα τηνικαῦτα Ῥωμαίοις, τοῦ βαρβάρου τούτου δίκην κεραυνοῦ τὰ πάντα ἐπερχομένου, εἰς ἄξιόμαχον ἀντικατάστασιν ἐπινοεῖται ὁ ἄξιάγαστος οὗτος Ἀλέξιος, στρατηγὸς αὐτοκράτωρ ὑπὸ τοῦ V. 8 βασιλέως Μιχαὴλ ἀναδεδειγμένος. ὃς δὴ καὶ πᾶσαν ἀνακι- νήσας φρόνησίν τε καὶ πολυπειρίαν στρατηγικήν τε καὶ στρατιωτικήν, καὶ ταῦτα οὐκ ἐν πολλῷ χρόνῳ ταύτην συλλεξάμενος, (ἀλλὰ γὰρ διὰ τὸ πάνυ φιλόπονον τοῦ ἀνδρὸς καὶ τὸ πανταχόθεν ἐγρηγορὸς εἰς ἄκρον ἐληλυθέναι στρατηγικῆς ἐμπειρίας C τοῖς τῶν Ῥωμαίων λογάσιν ἔδοξεν, οἷος Ἀἰμίλιος ἐκεῖνος ὁ Ῥωμαῖος, ὁποῖος ὁ Σκηπίων, οἶος Ἀννίβας ὁ Καρχηδόνιος· νεώτατος γὰρ ἥν καὶ ἄρτι πρώτως ὑπηνήτης, ὅ φασι,) τόν τε Οὐρσέλιον ἐκεῖνον εἶλε τὸν πολὺν κατὰ τῶν Ῥωμαίων ῥέοντα ίαι τὰ πράγματα τῆς ἕω κατέστησεν, οὐ πολλῶν δεηθεὶς ἡμερῶν. ἦν γὰρ καὶ ὀξὺς φωρᾶσαι τὸ ξυμφέρον καὶ ὀξύτερος καταπράξασθαι· τινα δὲ τὸν τρόπον εἷλεν ἐκεῖνον, δηλοῖ μὲν καὶ ὁ Καῖσαρ ἐν τῇ δευτέρᾳ τῆς κατ' αὐτὸν ἱστορίας βίβλῳ πλατύτερα, δηλώσομεν δὲ καὶ ἡμεῖς, ἐφ᾿ ὅσον εἰς τὴν καθ’ ἡμᾶς ἱστορίαν συνήνεγκεν.