11. [13] — X 5, 6 ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίωι δὲ τῶι Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη. πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῶι καὶ Γῆς εἶναι τὸ μαντεῖον [zu Delphi] καὶ τὴν μὲν χρᾶν αὐτήν· Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα. καὶ οὕτως ἔχει τὰ ἔπη· αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον· σὺν δέ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου. 12. [15] PHILOD. de piet. 59, 1 p. 31 G. ἀλ〉λ’ ὁ Ζε〈ύς, ὥς φασι〉ν, τὴν κεφαλὴν ὑπὸ Ἡφαίστου διαιρεῖται, κατὰ δὲ τὸν 〈τὴν〉 Εὐμολπ〈ίαν συν〉θέντα [τα] πο〈ιητὴ〉ν ὑπὸ Παλαμάονος. SCHOL. PIND. Ol. VII 66 ἐν τοῖς Μουσαίου Παλαμάων λέγεται πλῆξαι τοῦ Διὸς τὴν κεφαλήν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα. 13. [8] PHILOD. de piet. 97, 18 p. 47 G. (Argos) ἐστὶ τέτταρας ἔχων ὀφθαλμούς. Μουσαῖος δὲ τὸν 〈Ἄργον〉 φησὶ τέτταρας Αἰθί〈οπ〉ας καὶ βασιλεῖς 〈μερ〉όπων ἐκ Κελαινοῦς γεννῆσαι τῆς Ἄτλαντος. 14. [1] — — 137, 5 p. 61 G. ἐμ μέν τισιν ἐκ Νυκτὸς καὶ Ταρτάρου λέγεται τὰ πάντα, ἐν δέ τισιν ἐξ Ἅιδου καὶ Αἰθέρος· ὁ δὲ τὴν Τιτανομαχίαν γράψας ἐξ Αἰθέρος φησίν, Ἀκουσίλαος δ’ ἐκ Χάους πρώτου τἆλλα· ἐν δὲ τοῖς ἀναφερομένοις εἰς Μουσαῖον γέγραπται Τάρταρον πρῶτον 〈καὶ Ν〉ύκτα. Vgl. 13, 16 p. 80 G. ἐν δὲ τῶι δευτέρωι [Chrysippos’ Περὶ φύσεως] τά τε εἰς Ὀρφέα καὶ Μουσαῖον ἀναφερόμενα . . . πειρᾶται συνοικειοῦν ταῖς δόξαις αὑτῶν. 14, 18 p. 81 κἀν τῶι 〈δ〉ε〈υ〉τ〈έρ〉ωι [nämlich Περὶ φύσεως] τὴν Νύκτα θεάν φησιν εἶναι πρωτίστην. 15. [2] SCHOL. APOLL. Rhod. III 1 ἐν δὲ τοῖς εἰς Μουσαῖον ἀναφερομένοις δύο ἱστοροῦνται γενέσεις Μουσῶν, πρεσβυτέρων μὲν μετὰ Κρόνου, νεωτέρων δὲ τῶν ἐκ Διὸς καὶ Μνημοσύνης.