1. [4 Kern (Rostock 1898)] SCHOL. APOLL. Rhod. III 1179 ἐν δὲ τῆι γ̄ Μουσαῖος Τιτανογραφίαι [?] λέγεται ὡς Κάδμος ἐκ τοῦ Δελφικοῦ ἐπορεύετο προκαθηγουμένης αὐτῶι τῆς βοός. 2. [5] - IV 156 ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειαν ἐπιρραίνουσαν ἀρκεύθωι φάρμακον κομίσαι τὸν δράκοντα ἐπάιδουσαν . . . ἡ δὲ ἄρκευθος δένδρον τι ἀκανθῶδες Ἀπόλλωνος ἴδιον ὡς ἱστορεῖται ἐν τρίτωι τῶν εἰς Μουσαῖον ἀναφερομένων. 3. [21] ARIST. hist. anim. Z 6. 563ᵃ 18 ὁ δ’ ἀετὸς ὠιὰ μὲν τίκτει τρία, ἐκλέπει δὲ τούτων τὰ δύο ὥσπερ ἔστι καὶ ἐν τοῖς Μουσαίου λεγομένοις ἔπεσιν· ὃς τρία μὲν τίκτει, δύο 〈δ’〉 ἐκλέπει, ἓν δ’ ἀλεγίζει. 4. [24] CLEM. Str. VI 5 (II 424, 26 St.) γράψαντός τε Μουσαίου ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν Ὅμηρος λέγει· μή τί τοι κτλ. [Ψ 315] · πάλιν τοῦ Μουσαίου ποιήσαντος· 5. [25] ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίηισιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴ καὶ φῦλον ἑλίσσει, Ὅμηρος μεταγράφει· φύλλα τὰ μὲν κτλ. [Ζ 147. 148] .