3] Καλλίων δὲ χάραξ ἡ μὴ ἔχουσα φλοίον, εἰς γὰρ τὴν ἔχουσαν κανθαρίδες καὶ ὅσα εἴωθε λυμαίνεσθαι τὴν ἄμπελον εἰσδύονται καὶ κατακρύπτονται. Παρεκτείναντα δὲ τὸ φυτὸν χρὴ προσδεσμεῖν τῇ χάρακι. 4] Αὐτῇ δὲ τῇ τελείᾳ ἀμπέλῳ ἑξαετῇ γενομένῃ τὴν κλαδείαν εἰς ὤμους γ′ ἢ δ′ κατὰ τὴν δύναμιν τοῦ φυτοῦ προσακτέον, καὶ ἑκάστῳ κλήματι καὶ ὠμοχάρακα παραστατέον τὴν δυναμένην φέρειν ὁμοῦ τοῖς κλήμασι καὶ τοὺς βότρυας. ΠΕΡΙ ΝΟΣΟΥΣΩΝ ΑΜΠΕΛΩΝ 1] Τὴν νοσοῦσαν ἄμπελον τέφρᾳ κληματίνῃ ἢ δρυΐνη μιχθείσῃ μετὰ ὄξους καταρ ραίνων τὸ πρέμνον θεραπεύσεις. Σφόδρα δὲ ὠφελεῖ καὶ τὸ οὖρον τὸ ἀνθρώπειον εἰς τὰς ῥίζας ἐγχεόμενον. 2] Τινὲς δὲ τὰς νοσούσας ἀμπέλους ἐκτέμνουσι παρὰ τὴν γῆν, εἶτα προσχων νύουσιν ἐλαφρῶς τῇ γῇ παρακειμένῃ, μίξαντες ὀλίγην κόπρον, καὶ ὅταν οἱ βλαστοὶ φύωσι, τοὺς μὲν ἀσθενεῖς περικαθαίρουσι, τοὺς δὲ εὐγενεῖς ἐῶσι, καὶ πάλιν τῷ ἑξῆς ἔτει τὸν ἐπιτηδειότερον τῶν καταλειφθέντων ἐπιλεξάμενοι τοὺς λοιποὺς περιαιροῦσιν.