3] Τῷ δευτέρῳ ἔτει τοῖς ἓξ μησὶ κατὰ μῆνα σκαπτέον. Τριετεῖς δὲ ἀρχομένας γίνεσθαι τὸ ἐπιπολῆς περιττὸν πρίζοντα ἐπιμελῶς περιαιρεῖν χρὴ καὶ μετὰ τὸ μετόπωρον κοπρίζειν διὰ βάθους ποδός. 4] Τὰς μέντοι ἐν τοῖς ὑγροτέροις τόποις ἀμπέλους γυρώσομεν, καὶ τὰς ἐπιπολαίους ῥίζας ἐάσομεν, ἵν’ ἐπειδὴ διὰ τὴν πολλὴν ὑγρότητα εἰς βάθος διαμένειν οὐ δύνανται αἱ ῥίζαι ἐπικλυζόμεναι, εἰς πλάτος γοῦν χωροῦσαι διαρκέσαι δυνηθῶσι, τὴν τῆς γῆς δύναμιν μὴ ἐν τῷ βάθει ἔχουσαι, ἐκ πλάτους δὲ ἀνασώζουσαι. ΠΟΣΑ ΚΛΗΜΑΤΑ ΚΑΤΑΛΙΜΠΑΝΕΙΝ ΧΡΗ Τῌ ΤΕΤΡΑΕΤΕΙ ΑΜΠΕΛῼ καὶ ποταποῖς χάραξι προσδεσμεῖν. 1] Τῷ τετάρτῳ ἔτει τῶν νεοφύτων ἱκανὰ τρέφειν δύο κλήματα, οἷς οὐ χρὴ πλεῖον ὀφθαλμῶν δ’, καὶ τοὺς μὲν πρὸς τῷ στελέχει β′ ἐκτυφλοῦν, ἀποξέοντα τῷ δρεπάνῳ, καὶ κωλύοντα τὴν βλάστησιν, τοὺς δὲ ἀνωτέρω δύο ἀπολιπεῖν εἰς αὔξησιν τοῦ φυτοῦ. 2] Ἔαρος δὲ ἀρχομένου κλαδεύσαντα παραπηγνύναι χάρακα χρὴ ἰσχυράν, ὀρθήν, μῆκος ἀπὸ πέντε ἕως ζ′ ποδῶν. Ἔστω δὲ μὴ λεπτοτέρα καλάμου τοῦ γενναιοτάτου, ὅπως μήτε βαρύνοι, μήτε σκιάζοι τὸ φυτόν.