1] Τὰ ἄλευρα ἀβλαβῆ διαμένει ἐπὶ χρόνον, δᾳδίων λιπαρῶν συγκοπέντων καὶ ἐμβληθέντων εἰς αὐτά. 2] Τινὲς δὲ κύμινον καὶ ἅλας ἐξ ἴσου τρίψαντες καὶ μάζας ποιήσαντες ξηρὰς ἐντιθέασιν εἰς τὰ ἄλευρα. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΜΠΕΛΩΝ ΕΠΙΜΕΛΕΙΑΣ 1] Τῶν ἄρτι φυτευθεισῶν ἀμπέλων τὸ περιττεῦον ἀποτέμνειν δεῖ, οὐ λοξῇ τομῇ, οὐδὲ πλησίον τοῦ ὀφθαλμοῦ, ἀλλὰ ἀπέχουσαν πλέον δακτύλων δύο, μὴ πρὸς βορρᾶν, ἀλλὰ πρὸς μεσημβρίαν, ὄπισθεν τοῦ ὀφθαλμοῦ τὴν τομὴν γινομένην, ἵνα μὴ τὸ καταρρέον ἐξ αὐτῆς δάκρυον βλάπτῃ τὸν ὑποκείμενον ὀφθαλμόν. 2] Ἐὰν δὲ τὸ ὑγρὸν τοῦτο ἐνοχλῇ, χρίε τὴν τομὴν ἀμόργῃ ἐφθῇ ἀνάλῳ. Τοὺς δὲ ὀφθαλμοὺς γυρωτέον δεύτερον, εἶτα δὲ καὶ τρίτον. Τινὲς δὲ καὶ κόπρον προσεμβάλλουσι.