1] Τηρήσει τὰς κριθὰς ἀβλαβεῖς δάφνης καρποφόρου φύλλα ξηρὰ καὶ πᾶσα τέφρα, μάλιστα δὲ ἡ ἀπὸ τῶν ξύλων τῆς δάφνης, ἐντιθεμένη. 2] Ὁμοίως δὲ τὰς κρίθας καὶ ἡ ἀείζωος βοτάνη ξηραινομένη καὶ μετὰ καλαμίνθης σὺν γύψῳ ἀναμιγνυμένη ταῖς κριθαῖς. 3] Ἔνιοι δὲ ὄξους ἀγγεῖον πληρώσαντες καὶ πωμάσαντες ἐν μέσῳ τιθέασι τῶν κριθῶν. 4] Εἰδέναι δὲ χρὴ ὅτι αἱ κριθαὶ παλαιούμεναι πικραὶ γίνονται.