6. Οἱ πλεῦνες τῶν ἀνθρώπων περὶ πάντα τὰ λοιπὰ φειδωλοὺς σφέας παρεχόμενοι καὶ εἰ δαπανοῖεν ἀσχάλλοντες, ὑπὲρ τοῦ παρὰ τῶν δήμων κροτηθῆναι καὶ τὰ ἐόντα σφι πάντα ἡδέως προΐενται. 7. Οἱ μάταιοι τῶν ἀνθρώπων τοὺς μὲν μεγάλα χρήματα ἔχοντας καὶ φαύλους ἐόντας τιμῶσί τε καὶ τεθωυμάκασι, τῶν δὲ σπουδαίων ἐπειδὰν ἀχρηματίην καταγνῶσι, ὑπερφρονέουσι. 8. Τῶν τῇσι αἰσχρῇσι ἐπιθυμίῃσι ἐπιχειρεόντων ἐλεύθερον μηδένα νόμιζε· τῶν γὰρ τοὺς τῇ τύχῃ δούλους κεκτημένων πολὺ βαρυτέροισι οὗτοι δεσπότῃσι τοῖσι καταναγκάζουσι πάντα δουλεύουσι. 9. Γαστριμαργίη σῶμα πιαίνει, ἀλογίην ἀείρει, ψυχῆς δὲ τὸ κάλλιστον λογισμὸν κοιμίζει. 10. Ψυχῇ σῶμα ἀνθρώπου ἔδοσαν οἱ θεοί, ὥστε τῇ ψυχῇ τὸ σῶμα ὑπηρετέεσθαι. Οἱ δὲ πολλοὶ τὸ ἔμπαλιν ποιέουσι, σώματι πρὸς πάντα καὶ ἐς μοῦνα τὰ ἐκείνου ὑπουργήματα τὸ κρέσσον τῷ χείρονι καὶ θνητῷ ἀθάνατον ψυχὴν καταδουλούμενοί.