52. Ἀρχὴν λαβὼν μὴ ἐπαίρεο, ωὑτὸς δὲ διατέλεε· οὕτω γὰρ καὶ ἀποθέμενος οὐκ ἀπαραιρῆσθαί τι τοῦ σεμνύναντός σε νομισθήσεαι. 53. Ἀνὴρ ἀγαθὸς ἔθνεός τευ ἢ πόλιος ἀρχὴν εἰληφὼς οὐκ ἕνεκα τοῦ τῶν δημοσίων χρημάτων ἀπολαύειν καὶ τοῦ δωροδοκέεσθαι καὶ τοῦ παρὰ τῶν πλουσίων χρηματίζεσθαι, ἔοικέ τεῳ ἀνδρὶ παρακαταθήκην εἰληφότι μεγάλων χρημάτων. Ὥσπερ γὰρ καὶ ἐκεῖνος οὐκ ἐπὶ τῷ κατασχέειν λαμβάνει, οὐδὲ κτῆμα ἴδιον ποιήσασθαι τὰ δοθέντα, ἀλλ’ ὥστε φυλάξαι καὶ ἀποδοῦναι σῶα τῷ παραθεμένῳ, ἐπεὰν ἀπαιτέηται, οὕτω δὲ καὶ αὐτὸν χρὴ οὐκ ἐπὶ κέρδεσι οἰκηΐοισι, ἀλλ’ ἐπὶ σωτηρίῃ καὶ φυλακῇ πάντα πρήσσειν τῶν ἀρχομένων, ὥστε αὐτοὺς τὸ ἐς ἑωυτὸν ἧκον, ἀσινέας καὶ εὐθηνέοντας ἀποδοῦναι τῷ καταπεπιστευκότι. 54. Ἀνὴρ ἀνυποίστους καὶ ἀγρίας καὶ ἀμέτρους ζητέων τὰς τιμωρίας, καὶ τῇσι κατὰ νόμον οὐκ ἀρκεόμενος, θυμῷ ἀλόγῳ ξυγχωρέων, καὶ γυναικηΐως ἐμπικραινόμενος, οὐκ αἰσθάνεται ἔξω τῆς δίκης ἐς τὸ ὁμογενὲς ἐξυβρίζων. Ἀγνοέει δὲ τὸ μέγιστον καὶ τόπερ χρὴ εἰδέναι πάντα τὸν μέλλοντα ἀνθρώπου καταδικᾶν, ὅτι καὶ ὁ θάνατος αὐτὸς παρὰ τῶν πρώτως δικαιωσάντων οὐκ ὥς τι κακὸν ἐπετιμήθη, ἀλλ’ ὥς ἔσχατον καὶ ἐν φαρμάκου λόγῳ κατὰ τῶν οὐ δυναμένων τῆς κακίης ἐλευθερωθῆναι, ὅκως, ἐπειδὴ οὐκ οΐά τε ἦν ἄλλως, τούτῳ γῶν τῷ τρόπῳ ἀπολυθέντες τοῦ ἐνθαῦτα δεσμοῦ αὐτῆς πορίσωνται φυγήν. 55. Ἄνθρωποι ἰσχὺν μὲν καὶ ώμην καὶ τάχος μοῦνα ἀσκέοντες, καὶ ὅκως, ταῦτα ἔχοντες, ἀπὸ τούτων μούνων εὐδοκιμέωσι ἐσπουδακότες, περὶ δὲ τοῦ τῆς ψυχῆς ἐπιμέλεσθαι οὐ καταγινόμενοι, ἀγνοεῦσι, τούτων μέν, ὁκόσα κοινὰ πρὸς τὰ θηρία ἔχουσι, καὶ παρὰ πολύ, ἀσθενέστερα τούτων, μόνον ἐπιμελόμενοι, τοῦ δὲ ἐν ἔωυτοῖσι θειοτάτου, καὶ κατότι αὐτοῖσι ἔστι, εἰ οἶόν τε, τοῖσι θεοῖσι ἐξομοιόεσθαι, ἀμελέοντες. 56. Θάρσος τὸ πρὸς τὰ φοβερὰ σὺν λόγῳ αἴνεε· ἀνδρηΐη γάρ· τὴν δὲ μετὰ ἀλογίης ἐπ’ αὐτὰ ὁρμὴν θράσος νόμιζε καὶ ἀποστύγεε.