<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="47"><p rend="indent"><label>47.</label> Ἐν ἀρχῇ ἐών, ἔπειτα ἔχθρης μεμνημένος, τῇ χείρονι μοίρῃ σεωυτὸν νεμέεις καὶ τῆς ἀπαιτεομένης ἐν τῷ ἄρχοντι σεμνότητος σεωυτὸν ἀποστερήσεις καὶ παρὰ τῶν ξυνεπισταμένων ὅτι ἔχθρῃ διδοῖς σεωυτόν, ἀντὶ τῶν σεμνοτάτων οὐνομάτων δικάστεω καὶ ἄρχοντος τὸ εὐδιαβλητότατον οὔνομα ἀντιλαβών, τῶν δικαζομένων ἐχθρὸς κεκλήσεαι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="48"><p rend="indent"><label>48.</label> Τοῦ ἐπιτιμᾶν τινι θανάτου ζημίην τὴν ἐξουσίην εἶναι ἡγέομαι οὐκ ἐν τῷ κύριόν τινα εἶναι τοῦ καταψηφίσασθαι, ἀλλ’ ἐν τῷ οἷόν τε εἶναι τὸν ἔχοντα τὴν ἐξουσίην ἑωυτοῦ κρατέειν. Καὶ γὰρ ἐν ἀσφαλεστάτῃ ὀφειλούσῃ εἶναι κρίσι καὶ ἐς ὁμογενέας εἴ τι ἁμαρτηθείη, οὐκ οἷά τέ ἐστι ἔτι ἀνακαλέσασθαι γινομένης τῆς ἁμαρτάδος. </p></div><pb facs="fragmentaphiloso03mulluoft_0031"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="49"><p rend="indent"><label>49.</label> Τὰ τοῖσι ἄλλοισι ὡς φαῦλα ἐπιτιμᾷς, ταῦτα πρότερον αὐτὸς ποιέειν φυλάσσεο.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="50"><p rend="indent"><label>50.</label> Ἄνθρωποι ἀνθρώπων ἐπὶ κατηγορίας ἀπικνέονται, οἱ μὲν ἐκ συγκειμένων ψευδέων ἐγκλημάτων, οἱ δὲ ἀληθέα κατηγορέοντες. Οἱ δ’ αὖ ἐπαινέουσι, οἱ μὲν τὰ ἐόντα μαρτυρέοντες, οἱ δὲ παρὰ τὸ ἀληθὲς χαριζόμενοι. Ἄριστον ὠν ἐν τοῖσι τοιούτοισι καὶ ἰδιώτῃ καὶ ἄρχοντι, μήτε αὐτὸν πιστεύειν αὐτόθεν, μήτε ἀπιστέειν παντελέως, ἐκ δὲ τῶν πρηγμάτων ἐξεταζομένων, ὅκως χρὴ περὶ αὐτῶν διανοέεσθαι, καὶ τὸ ἀτρεκὲς αὐτῶν μανθάνειν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="51"><p rend="indent"><label>51.</label> Ἀρχὴν ἔχων κόσμεε, αὐτὸς δὲ μὴ μεταβάλλεο. Οὐ γὰρ προσλελάβηκάς τι οὐκ ἐόν, οὐδὲ παυόμενος ἔλασσόν τι τῶν πρὶν μεταλαβέειν ἕξεις, εἰ πενόμενος τὴν ἀρχὴν καταθήσεαι.</p></div></div></body></text></TEI>