42. Πρὸς τοὺς παρὰ δίκην ζώοντας, ἔπειτα ἀξιεῦντας ἄλλων ἡγέεσθαι, ἀπειθέες ἄνθρωποι. Εὐπειθηίην δὲ εὐπετέα ἐπὶ τὰ παραγγελλόμενα ἑωυτῷ καὶ ἄλλῳ παρὰ τῶν ἀρχομένων παρασκευάζει ἅπας ὅ γε παρ’ ἑωυτοῦ τὰ δέοντα σπουδῇ ποιέειν ἐπιστάμενος, καὶ παράδειγμα τῶνπερ χρὴ πρήσσειν τοῖσι ὑποτεταγμένοισι ἑωυτὸν παρεχόμενος. 43. Ἄρχοντος ἀγαθοῦ κέρδος μοῦνον τοῦτο οἰκήϊον καὶ μυρίων κερδέων ἄλλων ἀντάξιον, πάντα μιν πρήσσειν ὥστε καὶ παρὰ τὸν καιρὸν τῆς ἀρχῆς καὶ παυσαμένῳ οἱ πάντα χρηστὰ καὶ δικαιοσύνην παρὰ τῶν ἀρχθέντων μαρτυρέεσθαι. 44. Ἀνὴρ ἄρχων καὶ ἰδιώτης δὲ ἅπας ἴστω ἀπὸ τῆς φύσιος τῶν πρηγμάτων, ὁκοῖα ἂν αὐτὰ παρέχηται, τοιαύτης καὶ τῆς ἐπ’ αὐτοῖσι μνήμης ἤτοι ἀγαθῆς ἢ πονηρῆς τευξόμενος. Καὶ τοῦτο ἐπιφρασθεὶς οὕτω κρινέτω ἐπ’ ὁκοτέρην τῶν ὁδῶν καὶ τὴν ἐπ’ ὁκοτέρην τῶν μνημέων ἄγουσαν τρέπηται, καὶ κοίην αὐτέων τῶν μνημέων αὐτῷ ἄμεινον προτιμῆσαι. 45. Ἀρχὴν ἔχων μὴ ἀπομνησικάκεε πρὸς τοὺς ἐν διχοστασίῃ σοι πρότερον γεγενημένους. Οὐ γὰρ ὅκως ἀμύνηαι ἐχθροὺς ἐπὶ τὴν ἀρχὴν εἶ ἀραιρημένος, ἀλλ’ ὅκως καὶ τῆς παρ’ ἄλλων ἐπιβουλῆς ἀσφαλέας καὶ ἀνεπιβουλεύτους φυλάξῃς τοὺς ὑπὸ σοὶ τεταγμένους, καὶ ὄκως τοῦ ὀρθοῦ φύλαξ ἔῃς καὶ θεοῦ μεγάλης, δικαιοσύνης, ὑπηρέτης τε καὶ ἐξηγητής. Ὥστε παρὰ τὰ αὐτῇ δοκέοντα ποιέων καὶ αὐτῆς καταψευδόμενος, ὡς ἐς θεὸν μεγίστην ἁμαρτάνων, καὶ παρ’ αὐτῆς καὶ τῶν περὶ αὐτὴν τεταγμένων δαιμόνων ἐφόρων τε καὶ τιμωρῶν τὴν τῶν ποιευμένων μῆνιν προσδέκεο. 46. Μεταξὺ ἐχθρῶν δικάζων τοῦ δικαίου γίνεο ἐξεταστής, καὶ πρὸς τοῦτο ῥέπε τῇ κρίσι. Δικαιοσύνη γὰρ καὶ δαίμων ὁ ταύτης ἔφορος τοῦ ἔχθρῃ χαρίζεσθαι προτετιμῆσθαι δικαιότεροι.