31. Φημὶ πάντα τὸν προαίρεσιν τοῦ ἐπιορκῆσαι ἀναδεξάμενον καὶ ἐπορμήσαντα ἐπὶ τὸν ὅρκον, εἰ καὶ μὴ περανέει τὸ ἔργον τῆς ἐπιορκίης τύχῃ τινί, ἢ καὶ τῷ μὴ βουληθῆναι τὸν ἀπαιτέοντα, ὅμως αὐτὸν ἔχειν γνώμην τὴν τοῦ ψευδόρκου, καὶ εἶναι τῆς ἐπὶ τῇ ἐπιορκίῃ ἁμαρτάδος τῆς τ’ ὀφειλομένης ᵈ κατὰ τῶν καὶ ἔργῳ ἐπιορκησάντων ἔνοχον τιμωρίης. 33. Σῶμα ἀργίη τήκει, ψυχὴν δ’ ἀμελετησίη ἀσκήσιος τῶν αὐτὴν ἀειρόντων πρὸς τὸ θεοειδέστατον. 34. Ἄνθρωποι λόγων κούφων μέγα ὀδόντας ἕρκος ἐκτέαται. Ἀλλὰ γὰρ ἐπὶ παντὶ νόου χρηΐζομεν, ἐπεὶ ἐὰν οὗτος μὴ κατιθύνῃ αὐτὰ τὰ ἔπεα, πρὶν βουλευθῆναι ἐκφεύγει πολλάκις, καὶ κατηλογήσαντα τοσούτου ἕρκεος ἄκριτα προεκθρώσκει. 35. Ἀνδρὶ ἀγαθῷ εὖ πρήσσοντι φθονέων τις καὶ πατρίδι καὶ παντὶ τῷ κοινῷ καὶ ἑωυτῷ φθονέει. Ἀνὴρ ἀγαθὸς γὰρ εὖ πρήσσων πόλιος καὶ παντὸς τοῦ δυναμένου τῆς εὐμοιρίης αὐτοῦ μεταλαγχάνειν κοινὴ εὐδαιμονίη. 36. Φθόνος ὁ κατὰ τῶν εὐδοκιμεόντων ἐπὶ τοῖσι καλλίστοισι ἀργῶν καὶ ἀπράκτων, τῶν δὲ ἀγαθῶν καὶ οἵων τε τεκέειν τι παρ’ ἑωυτῶν χρηστὸν οὐχ ἅπτεται.