26. Ἐγκράτεια καὶ σώματι ἀγαθόν· πρὸς γὰρ ὑγιείην αὐτῷ ξυμμάχεται, καὶ σωφροσύνην ἐν ψυχῇ τίκτει. Σωφροσύνη δὲ ἀστασίαστον καὶ εὔδιον, καὶ βίον εἰρηναῖον ψυχῇ παρασκευάζει. 27. Ὀργῆς κρατέειν ἄριστον ἐθίζειν ἑωυτόν, μάλιστα μὲν καὶ πρὸς τὸ μὴ εὐπετέως ὑπ’ αὐτῆς ξυγκινέεσθαι· εἰ δὲ μή, ἀλλ’ ὥστε γε πάντως μὴ τὸ καταναγκαζόμενον ὑπ’ αὐτῆς αὐτίκα σε καὶ ἐν τῷ ἀλογίστῳ ἀποπιμπλάναι. 28. Πολλοὶ δοκέοντες ἑωυτοὺς φιλέειν οὐ φιλέουσι ἀληθέως· πάντα γοῦν αὐτοῦ τούτου εἵνεκα εἴκοντες ἑωυτοῖς καὶ παρὰ τὸ ἀτρεκὲς χαριζόμενοι αὐτοῖς τοῖς ἐναντιωτάτοις περιπίπτουσι. 29. Πολλοὶ βουλόμενοι δοκέειν εἶναι εὐβουλότατοι πρὸς τῶν οἰκειοτάτων καὶ εὖ φρονεόντων ἀναποδιζόμενοι, οὐκ ἀξιεῦσι ἀπὸ τῶν δοξάντων ἅπαξ ἀναχωρέειν, ἀλλ’ ὅκως μὴ ἐλεγχοίατο ὡς ἀπὸ ἡμαρτημένης ἀφιστάμενοι ἐμμένουσι τῇ γνώμῃ, ἐς ὃ δὴ καὶ τοῖσι ἀπ’ αὐτῆς κακοῖσι ἐγκυρήσωσι. 30. Οἱ πολλοὶ τοῖσι ἀνθρώποισι τὸ εὐόρκους εἶναι αὐτοῖσι παραινέουσι· ἐγὼ δὲ καὶ τὸ ἀρχὴν μηδ’ εὐπετέως ὀμνύναι ὅσιον ἀποφαίνομαι.