16. Τὸ οἰκονομέειν τὰ παρεόντα ἀνδρὸς προνόου· τὸ δὲ μηδ’ ὅλως ἐθέλειν ἔς τι τῶν δεόντων χρέεσθαι οὐ δεσπότεω τῶν κτηθέντων, καταδεδουλωμένου δὲ ἑωυτὸν τῶν χρημάτων ἐστὶ τῇ κτήσι. 17. Οἱ πλεῦνες τῶν ἀνθρώπων παρὰ λόγον φειδόμενοι ἀξιεῦσι πολυχρήματοι πεπιστευμένοι ἠλίθιοι καὶ σκαιοὶ νομίζεσθαι ἢ περὶ τὰ δεῖ ἀναλίσκοντες δεξιοὶ κεκλῆσθαι. 18. Πλούσιον χρὴ νομίζειν τὸν ἡγεόμενον ἔχειν τὰ ἀρκέοντα· τὸν δὲ αἰεὶ ἐπιθυμέοντα προσκτήσασθαι καὶ πληθώρην μηδέκοτε τοῦ πλούτου λαμβάνοντα, καὶ εἰ Μίδεω πλουτέοι μᾶλλον, πένητα καλέω καὶ Ἴρου τὴν ἐκεῖνος ἐξ ἀνάγκης εἶχε τύχην κεκτῆσθαι λέγω. 19. Ἀληθηΐην νόος ἀσπάζεται καὶ αἰεὶ αὐτῇ συνοικέει· ἐὼν δὲ ἐν τοῖσι ἑωυτοῦ ἀψευδέστατος, ὅμως ἔστιν ὅτε καὶ ψεῦδος ἀγαθῷ κεράσας παρέχεται ἐπ’ ὠφελίῃ ἀνθρώπων τῶν τούτου χρηιζόντων καὶ ἐπὶ χρηστῷ τῷ σφετέρῳ παραλογισθησομένων πρὸς αὐτοῦ. Τότε γὰρ δὴ μοῦνον καὶ οὔκοτε ἄλλοτε νόος, καὶ ἐν καιρῷ τῷ αὐτὸς οἶδε, πάντα τἄλλα ψεύδεα ἀποστυγέων, ψεῦδος τὸ τοιοῦτον ἐισφέρεται, ἀπὸ τῆς τῶν λοιπῶν ἁπάντων ψευδέων φύσιος ἐς ἄλλο εἶδος μεταληφθὲν χρησιμώτατον τέχνῃ καὶ σοφίῃ αὐτοῦ τοῦ νόου τοῦ φαῦλον πρῆγμα ἐς τοῦτο μετακοσμήσαντος. Ψεύδεσθαι ἐν πόλι μηδὲ εἷς νόμος ξυγχωρεέτω μηδενί, μηδενὸς πλὴν τοῦ φιλαλήθεος καὶ νοήμονος ἐπισταμένου τε ὁκότε καὶ ὅκως ὠφελίη ψεύδεος· τῆς δὲ ἀπὸ τούτου γινομένης χρείης ἀναγκαίη καὶ τοῦτο ποιέειν.