11. Ἀκολασίη ψυχὴν λυμαίνεται καὶ σῶμα διαφθείρει, τόπερ ἕνεκα τῆς ἡδονῆς, καὶ ὥστε αὐτῷ χαρίζεσθαι, τὸν ἔχοντά μιν καταναγκάσει τὰ αἴσχιστα πάντα ποιέειν. 12. Ἀκολασίη ψυχὴν ὥσπερ νῆα ἄνεμοι ὑπολαβόντες τῆδε καὶ τῇδε φορέοντες συγκλονέουσι καὶ ἀπειθέα ποιέουσι τῷ κυβερνήτῃ· οὕτω καὶ ψυχὴν δονέουσα καὶ ἀπειθέα νόῳ εἶναι καταναγκάζουσα εἰρηνεύειν καὶ ἐν τῷ εὐδίῳ καὶ ἀσφαλεστάτῳ ὁρμέειν οὐ ξυγχωρέει. 13. Φιλοχρηματίη τοῦ κτήσασθαι εὑρέειν ἀρκέοντα οὖρον οὐκ οἶδε. 14. Φιλοχρηματίην ἐπ’ ἡμέρῃ ἑκάστῃ ἐπιῤῥέων πλοῦτος οὐκ ἵστησι, ὥσπερ οὐδὲ πυρκαϊὴν ὕλη ἐπιβαλλομένη· ἐπιγινόμενος δ’ αἰεὶ τοῦ πλεῦνος τὴν ἐπιθυμίην ἐξάπτει μεζόνως. Νόος δὲ μοῦνος παραστὰς καὶ τοῦτο οἶδε ἀκέεσθαι. 15. Φιλοχρηματίην ἄλογον τὰ κτώμενα ἀποβαλλόμενα μᾶλλον ἂν ἀνύσειε ἢ ὁ ἐπ’ ἑκάστῃ ἡμέρῃ πλοῦτος ἄπλετος ἐπιγινόμενος.