<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2632.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="8"><p rend="indent">Ἀποκριθεὶς δὲ Ὀστάνης καὶ οἱ σὺν αὐτῷ εἶπον τῇ Κλεοπάτρᾳ· <q>Ἔν σοι κέκρυπται ὅλον τὸ
            μυστήριον τὸ φρικτὸν καὶ παράδοξον. Σαφήνισον ἡμῖν τηλαυγῶς καὶ περὶ τῶν στοιχείων·
            εἰπὲ πῶς κατέρχεται τὸ ἀνώτατον πρὸς τὸ κατώτατον, καὶ πῶς ἀνέρχεται τὸ κάτω πρὸς τὸ
            ἀνώτατον, καὶ πῶς ἐγγίζει τὸ μέσον πρὸς τὸ ἀνώτατον ἐλθεῖν καὶ ἑνωθῆναι τὸ μέσον, καὶ τί
            τὸ στοιχεῖον αὐτοῖς· καὶ πῶς κατέρχονται τὰ ὕδατα εὐλογημένα τοῦ ἐπισκέψασθαι τοὺς
            νεκροὺς περικειμένους καὶ πεπεδημένους καὶ τεθλιμμένους ἐν σκότει καὶ γνόφῳ ἐντὸς <pb facs="collectiondesanc23bert_0335"/>τοῦ ᾍδου, καὶ πῶς εἰσέρχεται τὸ φάρμακον τῆς ζωῆς
            καὶ ἀφυπνίζει αὐτοὺς ὡς ἐξ ὕπνου ἐγερθῆναι τοῖς κτήτορσιν· καὶ πῶς εἰσέρχονται τὰ νέα
            ὕδατα, ἐν τῇ ἀρχῇ τῆς κλίνης, καὶ ἐν τῇ κλίνῃ τικτόμενα, καὶ μετὰ τοῦ φωτὸς ἐρχόμενα καὶ
            νεφέλη βαστάζει αὐτὰ, καὶ ἐκ θαλάσσης ἀναβαίνει ἡ νεφέλη ἡ βαστάζουσα τὰ ὕδατα, τὰ
            ἐμφανισθέντα δὲ θεωροῦντες (f. 76 r.) οἱ φιλόσοφοι χαίρονται.</q> </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">Ἡ δὲ Κλεοπάτρα ἔφη πρὸς αὐτούς· <q>τὰ ὕδατα εἰσερχόμενα ἀφυπνίζουσι τὰ σώματα καὶ τὰ
            πνεύματα ἐγκεκλεισμένα καὶ ἀσθενῆ ὄντα· πάλιν γὰρ, φησὶν, θλίψιν ὑπέστησαν καὶ πάλιν
            περικλεισθήσονται ἐν τῷ ᾍδῃ, καὶ κατὰ μικρὸν ἐμφύονται καὶ ἀναβαίνουσι καὶ ἐνδύονται
            ποικίλα χρώματα, καὶ ἔνδοξα καθάπερ τὰ ἄνθη ἐν τῷ ἔαρι, καὶ αὐτὸ τὸ ἔαρ εὐφραίνεται καὶ
            γάννυται ἐν τῇ ὡραιότητι ἣν περίκεινται. </q></p></div></div></body></text></TEI>