Δεῖ οὖν καὶ ἡμᾶς οὕτως, ὦ φίλοι, ποιεῖν ὅτε τὴν τέχνην ταύτην περικαλλῆ βούλεσθε προσεγγίσαι. Βλέπετε τὴν φύσιν τῶν βοτανῶν πόθεν ἔρχονται. (f. 75 v.) Τὰ μὲν γὰρ ἐκ τῶν ὀρέων κατέρχονται, καὶ ἐκ τῆς γῆς ἐκφύονται, καὶ τὰ μὲν ἐκ κοιλάδων ἀνέρχονται, τὰ δὲ ἐκ πεδίων ἀνάγονται. Ἀλλὰ βλέπετε πῶς ἐγγίζεται αὐτά· ἐν καιροῖς γὰρ καὶ ἐν ἡμέραις ἰδίαις τρυγήσατε αὐτά· καὶ ἐκλέξασθε ἐκ τῶν νήσων τῆς θαλάσσης, καὶ ἐκ τῆς χώρας τῆς ἀνωτάτης· καὶ βλέπετε τὸν ἀέρα τὸν διακονοῦντα αὐτοῖς, καὶ τὸν σῖτον τὸν περικυκλοῦντα ἵνα μὴ λυμήνηται, μηδὲ θανατώσηται. Βλέπετε τὸ θεῖον ὕδωρ ποτίζον τὰ αὐτὰ, καὶ τὸν ἀέρα τὸν κυβερνῶντα αὐτὰ, ἐπειδὴ ἐσωματώθησαν ἐν μιᾷ οὐσίᾳ.