<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2632.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="6"><p rend="indent"><q>Περατώσης ἡ δι᾽ ὀργάνου τοῦ μασθωτοῦ οἰκονομία, ἐπλανώσεως πρῶτον τοῦ χωρισθῆναι τῶν
            ὑγρῶν ἀπὸ τῶν σποδῶν, διὰ τοῦ χρόνου τὸ μάκρος· καὶ ταριχεία δευτέρα ἡ μίξις τῶν
            ὑδάτων <add>καὶ</add> τοῦ σποδίου ὑγροῦ· λύσις τρίτη τῶν εἰδῶν ἑπτάκις καέντα ἐν τῷ πυρὶ ἐν
            τῇ ἀσκαλωνίτιδι γάστρᾳ· οἷόν ἐστι λεύκωσις καὶ ἀπομελανισμὸς τῶν εἰδῶν διὰ τῆς τοῦ πυρὸς
            ἐνεργείας· ξάνθωσις τετάρτη, ἥτις μιγεῖσα μετὰ τοῖς ἄλλοις ὕδασιν ξανθοῖς ποιεῖται
            κηρίων εἰς ξάνθωσιν, πρὸς τὸ ζητούμενον· χοωποίησις πέμπτη ἀπὸ ξάνθωσιν εἰς χρύσωσιν
            φέρουσα. Ξάνθωσίς ἐστιν, ὡς πρόκειται, ὁ διχασμὸς τοῦ συνθέματος· ἥτις μερισθεῖσα εἰς
            δύο, καὶ τὸ μὲν ἓν μέρος μίγνυται μετὰ ὑγροῖς ξανθοῖς καὶ λευκοῖς, καὶ πρὸς ὃ ἐθέλεις
            χοωποιῆσαι. Πάλιν εἴ τι ἡ σῆψις ἴωσις, σῆψις ἴωσις εἰδῶν, <pb facs="collectiondesanc23bert_0334"/>τουτέστιν ἴωσις καὶ σῆψις ἡ τελεία τοῦ συνθέματος
            ἐκστροφὴ τῆς χρυσώσεως. </q></p></div></div></body></text></TEI>