Περατώσης ἡ δι᾽ ὀργάνου τοῦ μασθωτοῦ οἰκονομία, ἐπλανώσεως πρῶτον τοῦ χωρισθῆναι τῶν ὑγρῶν ἀπὸ τῶν σποδῶν, διὰ τοῦ χρόνου τὸ μάκρος· καὶ ταριχεία δευτέρα ἡ μίξις τῶν ὑδάτων καὶ τοῦ σποδίου ὑγροῦ· λύσις τρίτη τῶν εἰδῶν ἑπτάκις καέντα ἐν τῷ πυρὶ ἐν τῇ ἀσκαλωνίτιδι γάστρᾳ· οἷόν ἐστι λεύκωσις καὶ ἀπομελανισμὸς τῶν εἰδῶν διὰ τῆς τοῦ πυρὸς ἐνεργείας· ξάνθωσις τετάρτη, ἥτις μιγεῖσα μετὰ τοῖς ἄλλοις ὕδασιν ξανθοῖς ποιεῖται κηρίων εἰς ξάνθωσιν, πρὸς τὸ ζητούμενον· χοωποίησις πέμπτη ἀπὸ ξάνθωσιν εἰς χρύσωσιν φέρουσα. Ξάνθωσίς ἐστιν, ὡς πρόκειται, ὁ διχασμὸς τοῦ συνθέματος· ἥτις μερισθεῖσα εἰς δύο, καὶ τὸ μὲν ἓν μέρος μίγνυται μετὰ ὑγροῖς ξανθοῖς καὶ λευκοῖς, καὶ πρὸς ὃ ἐθέλεις χοωποιῆσαι. Πάλιν εἴ τι ἡ σῆψις ἴωσις, σῆψις ἴωσις εἰδῶν, τουτέστιν ἴωσις καὶ σῆψις ἡ τελεία τοῦ συνθέματος ἐκστροφὴ τῆς χρυσώσεως. Δεῖ οὖν καὶ ἡμᾶς οὕτως, ὦ φίλοι, ποιεῖν ὅτε τὴν τέχνην ταύτην περικαλλῆ βούλεσθε προσεγγίσαι. Βλέπετε τὴν φύσιν τῶν βοτανῶν πόθεν ἔρχονται. (f. 75 v.) Τὰ μὲν γὰρ ἐκ τῶν ὀρέων κατέρχονται, καὶ ἐκ τῆς γῆς ἐκφύονται, καὶ τὰ μὲν ἐκ κοιλάδων ἀνέρχονται, τὰ δὲ ἐκ πεδίων ἀνάγονται. Ἀλλὰ βλέπετε πῶς ἐγγίζεται αὐτά· ἐν καιροῖς γὰρ καὶ ἐν ἡμέραις ἰδίαις τρυγήσατε αὐτά· καὶ ἐκλέξασθε ἐκ τῶν νήσων τῆς θαλάσσης, καὶ ἐκ τῆς χώρας τῆς ἀνωτάτης· καὶ βλέπετε τὸν ἀέρα τὸν διακονοῦντα αὐτοῖς, καὶ τὸν σῖτον τὸν περικυκλοῦντα ἵνα μὴ λυμήνηται, μηδὲ θανατώσηται. Βλέπετε τὸ θεῖον ὕδωρ ποτίζον τὰ αὐτὰ, καὶ τὸν ἀέρα τὸν κυβερνῶντα αὐτὰ, ἐπειδὴ ἐσωματώθησαν ἐν μιᾷ οὐσίᾳ.