Ἡ μὲν γῆ ἐστερέωται ἐπάνω τῶν ὑδάτων, τὰ δὲ ὕδατα ἐν ταῖς κορυφαῖς τῶν ὀρέων. Λαβὼν οὖν τὴν γῆν, ὦ Κλεοπάτρα, τὴν οὖσαν ἐπάνω τῶν ὑδάτων, καὶ ποίησον σῶμα πνευματικὸν, τὸ πνεῦμα τοῦ στυπτηρίου· ταῦτα ἔοικε τῇ γῇ καὶ τῷ πυρὶ, τὰ μὲν τὴν θερμότητα τῷ πυρὶ, τὰ δὲ ξηρότητα τῇ γῇ· τὰ δὲ ὔδατα ὄντα ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐοίκασιν τῷ ἀέρι κατὰ μὲν τὴν ψυχρότητα, τῷ ὔδατι κατὰ μὲν τὴν ὑγρότητα, τῷ ἀέρι καὶ τῷ πυρί. Ἰδοὺ εξ ἑνὸς μαργαρίτου καὶ ἑνὸς ἄλλου, ἔχεις, ὦ Κλεοπάτρα, πᾶν βαφεῖον.