Ὅμως καὶ ἐκ τῆς γαστρὸς τῶν ὑδάτων, καὶ ἐκ τοῦ ἀέρος τοῦ διακονοῦντος αὐτοῖς, καὶ αὐτὸ ἐξήνεγκεν αὐτοὺς ἐκ τοῦ σκότους εἰς φῶς, καὶ ἐκ πένθους εἰς φαιδρότητα, καὶ ἐξ ἀσθενείας εἰς ὑγείαν, καὶ ἐκ θανάτου εἰς ζωήν· καὶ ἐνέδυσεν αὐτοὺς θείαν δόξαν πνευματικὴν, ἣν οὐκ ἐνεδύσκοντο τὸ πρὶν, ὅτι ἐν αὐτοῖς κέκρυπται ὅλον τὸ μυστήριον, καὶ θεῖον ἀναλλοίωτον ὑπάρχει· διὰ γὰρ τῆς ἀνδρείας αὐτῶν συνεισέρχονται ἀλλήλοις τὰ σώματα, ἐξερχόμενα ἐκ τῆς γῆς ἐνδύονται φῶς καὶ δόξαν θείαν, ἐπειδὴ ηὐξήθησαν κατὰ φύσιν καὶ ἠλλοιώθησαν τοῖς σχήμασι καὶ ἐξ ὕπνου ἀνέστησαν, καὶ ἐκ τοῦ ᾍδου ἐξῆλθον. Ἡ γαστὴρ γὰρ ἡ τοῦ πυρὸς ἔτεκεν αὐτοὺς, καὶ ἐξ αὐτῆς ἐνεδύσαντο δόξαν· (f. 78 v.) καὶ αὕτη ἤνεγκεν εἰς ἑνότητα μίαν, καὶ ἐτελειώθη ἡ εἰκὼν σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ ἐγένοντο ἕν. Ὑπετάγη γὰρ τὸ πῦρ τῷ ὕδατι, καὶ ὁ χοῦς τῷ ἀέρι. Ὁμοίως καὶ ὁ ἀὴρ μετὰ τοῦ πυρὸς, καὶ ὁ χοῦς μετὰ τοῦ ὕδατος, καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ μετὰ τοῦ χοὸς, καὶ τὸ ὕδωρ μετὰ τοῦ ἀέρος, καὶ ἐγένοντο ἕν. Ἐκ γὰρ βοτανῶν καὶ αἰθαλῶν γέγονε τὸ ἓν, καὶ ἐκ φύσεως καὶ ἀπὸ θείου θεῖον γέγονεν, ἐνθηρεῦον πᾶσαν φύσιν καὶ κρατοῦν. Ἰδοὺ ἐκράτησαν αἱ φύσεις τὰς φύσεις καὶ ἐνίκησαν, καὶ διὰ τοῦτο ἀλλοιοῦσι τὰς φύσεις καὶ τὰ σώματα, καὶ πάντα ἐκ τῆς φύσεως αὐτῶν, ἐπειδὴ εἰσῆλθεν ὁ φεύγων εἰς τὸν μὴ φεύγοντα, καὶ ὁ κρατῶν εἰς τὸν μὴ κρατοῦντα, καὶ ἀλλήλοις ἡνώθησαν. Τοῦτο τὸ μυστήριον ὃ ἐμάθομεν, ἀδελφοὶ, ἐκ θεοῦ καὶ ἐκ τοῦ πατρὸς ἡμῶν Κομαρίου τοῦ ἀρχαίου. Ἰδοὺ εἶπον ὑμῖν, ἀδελφοὶ, πᾶσαν τὴν ἀλήθειαν κεκρυμμένην παρὰ πολλῶν σοφῶν καὶ προφητῶν. Φασὶν δὲ πρὸς αὐτὴν οἱ φιλόσοφοι· ἐξέστησας ἡμᾶς, Κλεοπάτρα, εἰς ὃ λελάληκας ἡμῖν· μακαρία γὰρ ὑπάρχει ἥ σε βαστάσασα κοιλία. Καὶ πάλιν πρὸς αὐτοὺς ἔφη Κλεοπάτρα· Σώματα οὐράνια καὶ θεῖα μυστήρια ὑπάρχουσι τὰ ὑπ᾽ ἐμοῦ ὑμῖν ῥηθέντα· ὑπὸ γὰρ τῆς διαστροφῆς καὶ ἀλλοιώσεως αὐτῶν μεταβάλλουσι τὰς φύσεις, καὶ ἐνδύουσιν αὐτῆς δόξαν ἄγνωστον (f. 79 r.) καὶ ἐπῃρμένην, ἣν πρότερον οὐκ εἶχον. Καί φησιν ὁ σοφός· Εἰπὲ ἡμῖν, ᾦ Κλεοπάτρα, καὶ τοῦτο· διὰ τί γέγραπται· μυστήριον τῆς λαίλαπος σῶμά ἐστιν ἡ τέχνη καὶ τροχοῦ δίκην ἄνωθεν αὐτῆς, ὥσπερ τὸ μυστήριον, καὶ ὁ δρόμος καὶ ὁ πόλος ἄνωθεν, καὶ οἰκήματα καὶ πύργοι καὶ παρεμβολαὶ ἐνδοξόταται; Καί φησι Κλεοπάτρα· Καλῶς τεθείκασιν αὐτὴν οἱ φιλόσοφοι, ὡς ἐτέθη ἐκ τοῦ δημιουργοῦ καὶ δεσπότου τῶν ἁπάντων. Καὶ ἰδοὺ λέγω ὑμῖν ὅτι ὁ πόλος ἐκ τῶν τεσσάρων δραμεῖται, καὶ οὐ μὴ παύσηται. Ταῦτα ἐτάχθησαν ἐν τῇ γῇ ἡμῶν ταύτῃ τῇ αἰθιοπίδι, ἐξ ἧς λαμδάνονται βοτάναι καὶ λίθοι καὶ σώματα θεῖα, ἅτινα ἔθηκεν ὁ θεὸς, καὶ οὐκ ἄνθρωπος· ἐν ἑκάστῳ δὲ ἐνέσπειρεν ὁ δημιουργὸς τὴν δύναμιν· τὸ ἓν χλωραίνει, καὶ ἄλλο οὐ χλωραίνει, ἓν ξηρὸν, ἓν ὑγρὸν, ἓν καθεκτικὸν, καὶ ἓν κριτικὸν, ἓν κρατοῦν, καὶ ἓν ἀναχωροῦν· καὶ ἐν τῷ ἀπαντῆσαι ἀλλήλοις κρατοῦσιν ἄλληλα, καὶ ἐν τῷ ἄλλῳ σώματι, χαίρει καὶ ἓν τῷ ἑτέρῳ καταγλαΐζει. Καὶ γίνεται μία φύσις ἡ πάσας τὰς φύσεις θηρεύουσα καὶ κρατοῦσα, καὶ αὐτὸ τὸ ἓν νικᾷ πᾶσαν φύσιν τὴν τοῦ πυρὸς καὶ τοῦ χοὸς, καὶ ἀλλοιοῖ πᾶσαν τὴν δύναμιν αὐτοῦ. Καὶ ἰδοὺ λέγω ὑμῖν τὸ πέρας αὐτοῦ, ὅταν τελειοῦται, γίνεται φάρμακον φονευτὸν ἐν τῷ σώματι τρέχον. (f. 79 v.) Ὥσπερ γὰρ εἰσέρχεται ἐν τῷ ἰδίῳ σώματι καὶ διέρχεται εἰς τὰ σώματα· ἐν σήψει γὰρ καὶ θέρμῃ γίνεται φάρμακον τρέχον εἰς πᾶν σῶμα ἀκωλύτως.