Ἰδοὺ τὸ μυστήριον τῶν φιλοσόφων, καὶ περὶ αὐτοῦ ἐξώρκισαν ὑμῖν οἱ πατέρες ἡμῶν τοῦ μὴ ἀποκαλύψαι αὐτὸ καὶ δημοσιεῦσαι, θεῖον ἔχον τὸ εἶδος, θείαν καὶ τὴν ἐνέργειαν· θεῖον γάρ ἐστιν, ὅτι ἑνούμενον τῇ θεότητι, θείας ἀποτελεῖ τὰς οὐσίας, ἐν ᾧ τὸ πνεῦμα σωματοῦται, καὶ τὰ θνητὰ (f. 77 v.) ἐμψυχοῦνται, καὶ δεχόμενα τὸ πνεῦμα τὸ ἐξελθὸν ἐξ αὐτῶν κρατούνται καὶ κρατοῦσιν ἄλληλα. Ὥσπερ γὰρ τὸ πνεῦμα τὸ σκοτεινὸν τὸ πλῆρες ματαιότητος καὶ ἀθυμίας τὸ κρατοῦν τὰ σώματα τοῦ μὴ λευκανθῆναι καὶ δέξασθαι τὸ κάλλος καὶ τὴν χροιὰν ἣν ἐνεδύσαντο ἐκ τοῦ δημιουργοῦ (ἀσθενεῖ γὰρ τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ διὰ τὸ σκότος τὸ ἐκτεταμένον). Ἐπ’ ἂν δὲ αὐτὸ τὸ πνεῦμα τὸ σκοτεινὸν καὶ βρωμοῦν ἀποβληθείη, ὥστε μὴ φανῆναι ὀσμὴν, μήτε τὴν χροιὰν τοῦ σκότους, τότε φaωτίζεται τὸ σῶμα, καὶ χαίρεται ἡ ψυχὴ καὶ τὸ πνεῦμα ὅτε ἀπέδρα τὸ σκότος ἀπὸ τοῦ σώματος· καὶ καλεῖ ἡ ψυχὴ τὸ σῶμα τὸ πεφωτισμένον. Ἔγειραι ἐξ ᾍδου καὶ ἀνάστηθι ἐκ τοῦ τάφου, καὶ ἐξεγέρθητι ἐκ τοῦ σκότους ἐνδέδυσαι γὰρ πνευμάτωσιν καὶ θείωσιν, ἐπειδὴ ἔφθακεν καὶ ἡ φωνὴ τῆς ἀναστάσεως, καὶ τὸ φάρμακον τῆς ζωῆς εἰσῆλθεν πρὸς σέ· τὸ γὰρ πνεῦμα πάλιν εὐφραίνεται ἐν τῷ σώματι καὶ ἡ ψυχὴ ἐν ᾧ ἐστιν, καὶ τρέχει κατεπεῖγον ἐν χαρᾷ εἰς τὸν ἀσπασμὸν αὐτοῦ, καὶ ἀσπάζεται αὐτὸ καὶ οὐ κατακυριεύει αὐτοῦ σκότος, ἐπειδὴ ὑπέστη φωτὸς, καὶ οὐκ ἀνέχεται αὐτοῦ χωρισθῆναι ἔτι εἰς τὸν αἰῶνα, καὶ χαίρεται ἐν τῷ οἴκῳ αὐτῆς, ὅτι καλύπτουσα αὐτὸ ἐν σκότει, (f. 78 r.) εὗρεν αὐτὸ πεπλησμένον φωτός. Καὶ ἡνώθη αὐτῷ, ἐπειδὴ θεῖον γέγονεν κατ᾽ αὐτὴν, καὶ οἰκεῖ ἐν αὐτῇ· ἐνεδύσατο γὰρ θεότητος φῶς καὶ ἡνώθησαν , καὶ ἀπέδρα ἀπ᾽ αὐτοῦ τὸ σκότος, καὶ ἡνώθησαν πάντες ἐν ἀγάπῃ, τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα, καὶ γεγόνασιν ἓν ἐν ᾧ κέκρυπται τὸ μυστήριον. Ἐν δὲ τῷ συνεισελθεῖν αὐτὰ, ἐτελειώθη τὸ μυστήριον, καὶ ἐσφραγίσθη ὁ οἶκος, καὶ ἐστάθη ἀνδριὰς πλήρης φωτὸς καὶ θεότητος· τὸ γὰρ πῦρ αὐτοὺς ἥνωσεν καὶ μετέβαλεν καὶ ἐκ τοῦ κόλπου τῆς γαστρὸς αὐτοῦ ἐξηλθεν.