<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2632.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="10"><p rend="indent"><q>Ὑμῖν δὲ λέγω τοῖς εὖ φρονοῦσι· τὰς βοτάνας καὶ τὰ στοιχεῖα καὶ τοὺς λίθους ὅταν
            ἐπαίρητε ἐκ τῶν τόπων αὐτῶν, ὡραῖοι μὲν φαίνονται λίαν καὶ οὐχ ὡραῖοι, ἐπειδὴ τὰ πάντα
            τὸ πῦρ δοκιμάζει· ὅταν δὲ ἐνδύσωνται τὴν δόξαν ἐκ τοῦ πυρὸς καὶ τὴν χροιὰν τὴν περιφανῆ,
            ἐκεῖ ὁράσεις μείζονες δόξᾳ κεκρυμμένῃ, τὸ σπουδαζόμενον κάλλος, καὶ χοότης μετα6ληθεῖσα
            εἰς θεότητα, ὅτι ἐν τῷ πυρὶ τιθήνησιν αὐτὰ, ὥσπερ τὸ ἔμβρυον ὑπὸ τῆς γαστρὸς
            τιθηνούμενον καταβραχὺ αὔξει. Ὅτε δὲ προσεγγίσει ὁ μὴν ὁ νενομισμένος, οὐ κωλύεται τοῦ
            μὴ ἐξελθειν. Οὕτως ὑπάρχει καὶ ἡ τέχνη αὕτη ἡ ἀξιάγαστος· τιτρώσκουσιν αὐτὴν κλύδωνες
            καὶ κύματα ἀλλεπάλληλα ἐν τῷ ᾍδει καὶ ἐν τῷ τάφῳ ἐν ᾧ κατάκεινται. Ὅταν δὲ ἀνεωχθῇ ἡ
            τάφος, ἀναβήσονται αὐτὰ ἐξ ᾍδου ὡς οἷα βρέφος ἐκ γαστρός. <pb facs="collectiondesanc23bert_0336"/>Θεωρήσαντες δὲ οἱ φιλόσοφοι τὸ κάλλος, οἷα
            φιλόστοργος μήτηρ τὸ τεχθὲν ἐξ αὐτῆς βρέφος, τότε ζητοῦσι πῶς ἵνα τιθηνήσωσιν ὡς βρέφος,
            τὴν τέχνην ταύτην ἀντὶ γάλακτος τοῖς ὕδασιν. Μιμεῖται γὰρ ἡ τέχνη τὸ βρέφος (f. 76 v.),
            ἐπειδὴ καὶ ὡς τὸ βρέφος μορφοῦται, καὶ ὅταν ττλειωθῆ ἐν τοῖς πᾶσιν, ἰδοὺ μυστήριον
            ἐσφραγισμένον. </q></p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent"><q>Ἀπὸ τοῦ νῦν δὲ ἐρῶ ὑμῖν τηλαυγῶς ποῦ κεῖνται τὰ στοιχεῖα καὶ αἱ βοτάναι· ἐν
            αἰνίγμασι δὲ ἄρξομαι τοῦ λέγειν. Ἄνελθε εἰς τὴν στέγην τὴν ἀνωτάτην, εἰς τὸ δασὺ ὄρος ἐν
            δένδροις, καὶ ἰδοὺ πέτρα ἐν τῇ ἀκρωρεία, καὶ ἐκ τῆς πέτρας λάβε ἀρσένικον, καὶ
            λεύκαναι θείως. Καὶ ἰδοὺ ἐν τῇ μέσῃ τοῦ ὄρους κάτωθεν τοῦ ἀρσενικοῦ, ἐκεῖ ἐστιν ἡ
            ὁμόζυξ αὐτοῦ, ἐν ᾗ ἑνοῦται, μεθ’ ἧς ἔχει τὴν τέρψιν. Καὶ χαίρεται φύσις ἐν φύσει καὶ
            ἐκτὸς αὐτοῦ οὐχ ἑνοῦται. Κάτελθε εἰς τὴν αἰγυπτιακὴν θάλασσαν, καὶ ἀνάγαγε μεθ᾽ ἑαυτοῦ
            ἐκ τῆς ψάμμου ἐκ τῆς πηγῆς τὸ λεγόμενον νίτρον. Καὶ ἕνωσον αὐτὰ ἀλλήλοις, καὶ αὐτὰ
            ἐξάγει ἔξω τὸ παμβαφὲς κάλλος, καὶ ἐκτὸς αὐτοῦ οὐχ ἑνοῦται· μέτρον γὰρ αὐτὸῦ ἐστιν ἡ
            ὁμόζυξ. Ἰδοὺ φύσις τῇ φύσει ἀνταποδίδοται, καὶ ὅταν τὰ πάντα ἰσομέτρως συναθροίσῃς, τότε
            νικῶσιν αἱ φύσεις τὰς φύσεις καὶ τέρπονται ἐν ἀλλήλαις. </q></p></div></div></body></text></TEI>