<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2632.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><head rend="center"><pb facs="collectiondesanc23bert_0331"/>Κομαρίου φιλοσόφου ἀρχιερέως διδάσκοντος τὴν Κλεοπάτραν τὴν θείαν καὶ
            ἱερὰν τέχνην τοῦ λίθου τῆς φιλοσοφίας</head><p rend="indent">Κύριε ὁ θεὸς τῶν δυνάμεων, ὁ πάσης κτίσεως
            δημιουργὸς, ὁ τῶν οὐρανίων καὶ ὑπερουρανίων δημιουργὸς καὶ τεχνίτης, ὁ μακάριος καὶ ἀεὶ
            διαμένων, ὑμνοῦμεν, εὐλογοῦμεν, αἰνοῦμεν, προσκυνοῦμεν τὸ ὕψος τῆς βασιλείας σου. Σὺ γὰρ
            ὑπάρχεις ἀρχὴ καὶ τέλος, καὶ σοῦ ὑπακούει πᾶν κτίσμα ὁρατὸν καὶ ἀόρατον, ὅτι ἔκτισας
            αὐτα. Ἐπεὶ δὲ ὑπουργὸς κέκτιται ἡ ἀΐδιος βασιλεία σου, ἱκετεύομέν σε, κύριε πολυέλεε,
            διὰ τὴν <pb facs="collectiondesanc23bert_0332"/>ἄφατον φιλανθρωπίαν σου, φώτισον τὸν
            νοῦν καὶ τὰς καρδίας ἡμῶν, ὅπως καὶ ἡμεῖς δοξάζειν σε τὸν μόνον ἀληθινὸν θεὸν ἡμῶν, καὶ
            πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι,
            νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας αἰώνων· ἀμήν. </p></div></div></body></text></TEI>