Κομαρίου φιλοσόφου ἀρχιερέως διδάσκοντος τὴν Κλεοπάτραν τὴν θείαν καὶ ἱερὰν τέχνην τοῦ λίθου τῆς φιλοσοφίας Κύριε ὁ θεὸς τῶν δυνάμεων, ὁ πάσης κτίσεως δημιουργὸς, ὁ τῶν οὐρανίων καὶ ὑπερουρανίων δημιουργὸς καὶ τεχνίτης, ὁ μακάριος καὶ ἀεὶ διαμένων, ὑμνοῦμεν, εὐλογοῦμεν, αἰνοῦμεν, προσκυνοῦμεν τὸ ὕψος τῆς βασιλείας σου. Σὺ γὰρ ὑπάρχεις ἀρχὴ καὶ τέλος, καὶ σοῦ ὑπακούει πᾶν κτίσμα ὁρατὸν καὶ ἀόρατον, ὅτι ἔκτισας αὐτα. Ἐπεὶ δὲ ὑπουργὸς κέκτιται ἡ ἀΐδιος βασιλεία σου, ἱκετεύομέν σε, κύριε πολυέλεε, διὰ τὴν ἄφατον φιλανθρωπίαν σου, φώτισον τὸν νοῦν καὶ τὰς καρδίας ἡμῶν, ὅπως καὶ ἡμεῖς δοξάζειν σε τὸν μόνον ἀληθινὸν θεὸν ἡμῶν, καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας αἰώνων· ἀμήν. (f. 74 v.) Ἀπάρξομαι ταύτης τῆς βίβλου τῆς χρυσικῆς καὶ ἀργυρικῆς γραφίδος τῆς ποιηθείσης παρὰ Κομαρίου τοῦ φιλοσόφου καὶ Κλεοπάτρας τῆς σοφῆς περὶ κρίσεως· βίβλος καθ ἡμᾶς οὐχὶ τῆς ὑπὲρ ἡμῶν βίβλου περιέχουσα τῶν φώτων καὶ οὐσιῶν τὰς ἀποδείξεις ἐν ταύτῃ τῇ βίβλῳ διδασκάλου Κομαρίου τοῦ φιλοσόφου ἀρχιερέως πρὸς Κλεοπάτραν τὴν σοφήν. Κομάριος ὁ φιλόσοφος τὴν μυστικὴν φιλοσοφίαν τὴν Κλεοπάτραν λεοπάτρα διδάσκει, ἐπὶ θρόνου καθήμενος καὶ ἐν τῆς λησευμένης αὐτοῦ τῆς φιλοσοφίας ἀφαψάμενος. Ἔτι οὖν μυστικὴν τὴν γνῶσιν τοῖς νοήμοσιν σησέν τε καὶ τῇ χειρὶ ὑπέδειξεν τὸ πάσας μόνας καὶ διὰ τεσσάρων τοιχείων γυμνάσας καὶ ἔλεγεν· Ἡ μὲν γῆ ἐστερέωται ἐπάνω τῶν ὑδάτων, τὰ δὲ ὕδατα ἐν ταῖς κορυφαῖς τῶν ὀρέων. Λαβὼν οὖν τὴν γῆν, ὦ Κλεοπάτρα, τὴν οὖσαν ἐπάνω τῶν ὑδάτων, καὶ ποίησον σῶμα πνευματικὸν, τὸ πνεῦμα τοῦ στυπτηρίου· ταῦτα ἔοικε τῇ γῇ καὶ τῷ πυρὶ, τὰ μὲν τὴν θερμότητα τῷ πυρὶ, τὰ δὲ ξηρότητα τῇ γῇ· τὰ δὲ ὔδατα ὄντα ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐοίκασιν τῷ ἀέρι κατὰ μὲν τὴν ψυχρότητα, τῷ ὔδατι κατὰ μὲν τὴν ὑγρότητα, τῷ ἀέρι καὶ τῷ πυρί. Ἰδοὺ εξ ἑνὸς μαργαρίτου καὶ ἑνὸς ἄλλου, ἔχεις, ὦ Κλεοπάτρα, πᾶν βαφεῖον. Λαβοῦσα ἡ Κλεοπάτρα τὸ ὑπὸ Κομαρίου γραφὲν, ἤρξατο παρεμβολὴν ποιῆσθαι χρήσεων ἑτέρων φιλοσόφων, τοῦ τετραμερεῖν τὴν καλὴν φιλοσοφίαν, τουτέστιν τὴν ὕλην ἀπὸ τῶν φύσεων, ὡς διδαγμένην καὶ εὑρισκομένην, καὶ ἰδέαν τῶν πράξεων τῆς διαφορᾶς αὐτῆς· οὕτως καὶ τὴν καλὴν φιλοσοφίαν ζητοῦντες, τετραμερεῖν ταύτην εὕρομεν ἢ εὑρήκαμεν ἑκάστου τὴν γενικὴν τῆς (f. 75 r.) φύσεως· πρῶτον ἔχουσα μελάνωσιν, δεύτερον λεύκωσιν, τρίτον ξάνθωσιν, τέταρτον ἴωσιν· πάλιν δὲ ἕκαστον τῶν εἰρημένων οὐκ ἐκ γενικῆς ἔχων πλὴν ἑαυτοῖς, πάντως εἰ μὴ στοιχείων, ἡμεῖς κέντρον, δι᾽ οὗ κατὰ τάξιν προβαίνων· οὕτως καὶ ἐνταῦθα, μεταξὺ μελάνσεως καὶ λευκώσεως, καὶ ξανθώσεως καὶ ἰώσεως, ἔστιν ἡ ταριχεία καὶ τῶν εἰδῶν ἡ πλύσις· μεταξὺ λευκώσεως καὶ ξανθώσεως ἔστιν ἡ χρυσοχοωποίησις, καὶ τοῦ ξανθώσεως καὶ λευκώσεως μέσον δέ ἐστιν ὁ τοῦ συνθήματος διχασμός.