<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="6"><head rend="center">ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ.</head><p rend="indent">Διαπόρησις δέ ἐστιν ὅταν ὡς διαπορῶν τις ἃ δεῖ εἰπεῖν κἀκεῖνα καὶ ἔτι πλείω λέγῃ, οἷον <quote rend="expand">ἀλλ᾽ εἰς τοσοῦτον ἀφῖκται μωρίας, ἤ παρανοίας, ἢ — οὐκ ἔχω τί λέγω.</quote> καὶ πάλιν, <quote rend="expand">οὐκ ἀπορῶν δ᾽ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ ὅτου πρώτου μνησθῶ, πότερ᾽ ὡς ὁ πατήρ σου, Τρόμης, ἐδούλευε παρ᾽ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, χοίνικας παχείας ἔχων καὶ ξύλον· ἢ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε.</quote> ὡς γὰρ ἀπορῶν τί χρὴ εἰπεῖν πάντα εἶπεν.</p></div><div type="textpart" subtype="section" n="7"><head rend="center">ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ.</head><p rend="indent">Ἀποστροφὴ δέ ἐστιν ὅταν ἀπὸ τῶν δικαστῶν πρὸς τὸν ἀντίδικον ἀποστρέφῃ τὸν λόγον, οἷον <quote rend="expand">μηδὲν οὖν <pb facs="219219004_0104"/> φιλονείκει, Λεπτίνη, καὶ πάλιν, οὓς ἅπαντας ἡ πόλις ὁμοίως τῆς αὐτῆς ἀξιώσασα τιμής ἔθαψεν, Αἰσχίνη.</quote> κινήσας γὰρ τῇ δόξῃ τῶν παραδειγμάτων τοὺς ἀκούοντας, τότε καὶ τὸν ἀντίδικον κέκληκε.</p></div><div type="textpart" subtype="section" n="8"><head rend="center">ΠΕΡΙ ΠΡΟΔΙΟΡΘΩΣΕΩΣ.</head><p rend="indent">Προδιόρθωσις δέ ἐστιν ὅταν ὑποπτεύων προσκρούειν τὸ ῥηθησόμενον παραιτῆται τούς ἀκούοντας, οἷον <quote rend="expand">ἐπεπείσμην μὲν οὖν ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δ᾽ ἐπεπείσμην. καὶ πάλιν, ἐπεὶ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μοι, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ.</quote> εἰ γὰρ καὶ δυσχερὲς ἦν τὸ λεγόμενον καὶ προσέκρουε, παραιτούμενος ἠκούσθη διὰ τὴν ὑπόσχεσιν.</p></div><div type="textpart" subtype="section" n="9"><head rend="center">ΠΕΡΙ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ.</head><p rend="indent">Ἐπιδιόρθωσις δέ ἐστιν ὅταν τὸ εἰρημένον ὡς ἐνδεέστερον διορθούμενος ἄλλο ἐπενέγκῃ. <quote rend="expand">ταύτης τοίνυν τῆς οὕτως αἰσχρᾶς καὶ περιβοήτου συστάσεως καὶ κακίας, μᾶλλον δὲ προδοσίας. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, ὀψὲ γάρ ποτε· ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην ἅμα Ἀθηναῖος καὶ ῥήτωρ γέγονε.</quote></p></div><div type="textpart" subtype="section" n="10"><head rend="center">ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.</head><p rend="indent">Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ, <quote rend="expand">ἀλλ᾽ ἐγὼ μέν, οὐ βούλομαι δὲ οὐδὲν δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ.</quote> καὶ πάλιν  <pb facs="219219004_0105"/> πρὸς τὸν Χαρίδημον, <quote rend="expand">ᾧ μήτηρ μὲν οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι·</quote> οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.</p></div></div></body></text></TEI>