<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="46"><p rend="indent">Καὶ τὸ τῆς ἀφαιρέσεως σχῆμα ὁ Καικίλιος εἰσάγει· λέξεως γὰρ ἀφαίρεσιν τοῦτό φησι καὶ λέγει κεῖσθαι παρὰ τῷ Θουκυδίδῃ· <quote rend="expand">φθείρατε γὰρ ἄνδρες Ἀθηναῖοι</quote> ἐφθαρμένοι εἰσὶ <quote rend="expand">ἐτέταχα</quote> ὧν πεποίηνται καὶ εἴρηνται.</p></div><div type="textpart" subtype="section" n="47"><p rend="indent">Καὶ τὸ τῆς ἀλλοιώσεως σχῆμα εἰσάγει ὁ Καικίλιος, καί φησιν αὐτὴν γίνεσθαι κατ᾽ ὄνομα, καὶ πτώσεις, καὶ ἀριθμούς, καὶ πρόσωπα, καὶ χρόνους. καὶ ὀνόματα μὲν ἀλλοιοῦσιν ἀντὶ τοῦ ἄρρενος τὸ θῆλυ ἢ τὸ οὐδέτερον παραλαμβάνοντες, ἢ τῷ ἄρρενι ἀντ᾽ ἀμφοῖν χρώμενοι, κατὰ τὸ πληθυντικόν, οἷον παρὰ μὲν Θουκυδίδῃ, <quote rend="expand">πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει,</quote> ἀντὶ τῶν Ἑλλήνων, καὶ <quote rend="expand">τὸ φιλότιμον ἀγήρω μόνον,</quote> ἀντὶ τοῦ ἡ φιλοτιμία· οὐδέτερον γὰρ μετείληφεν ἀντὶ τοῦ θήλεος. περὶ δὲ τούς ἀριθμοὺς ἀλλοίωσις, ὡς παρ᾽ Εὐπόλιδι ἐν Δήμοις, 
<lb/><quote rend="blockquote">ἅπασα γὰρ ποθουμένη κλεινὴ πόλις,</quote> 
    <lb/>καὶ παρὰ Δημοσθένει, <quote rend="expand">ὑμεῖς ὦ βουλή.</quote> κατὰ δὲ τὰ πρόσωπα ἀλλοιώσεις, ὡς παρ᾽ αὐτῷ· τοῖς γὰρ δικασταῖς <pb facs="219219004_0123"/>  διαλεγόμενος μετατίθησιν ἑαυτὸν ἐπὶ τὸν ἀντίδικον, <quote rend="expand">ὃς ὦ μιαρώτατε πάντων κεκλεισμένης σοι τῆς παρρησίας.</quote> καὶ πάλιν ἀπὸ τοῦ ἀντιδίκου μετάγει ἐπὶ τούς δικαστὰς λέγων, οἷον <quote rend="expand">τῶν ἀνδρῶν τῶν ἀγαθῶν μέμνησαι, καὶ καλῶς ποιεῖς· οὐ μέντοι δίκαιόν ἐστιν, ὦ Ἀθηναῖοι . . .</quote> καὶ παρ᾽ Εύριπίδῃ, 
<lb/><quote rend="blockquote">φεύγεις ἀποστραφείς με· τὰ δ᾽ Ἀγαμέμνονος 
<lb/>φροῦδα·</quote> 
<lb/>εἶτα μεταστρέφει τὸν λόγον ἐπὶ τὸν ἀποθανόντα, 
<lb/><quote rend="blockquote">ἄφιλος ἦσθ᾽ ἄρ᾽, ὦ πάτερ, πράττων κακῶς.</quote> 
<lb/>τοὺς δὲ χρόνους ἀλλοιοῦσιν, ὅταν τοῖς ἐνεστῶσιν ἀντὶ τῶν παρῳχημένων χρῶνται, οἷον παρὰ Δημοσθένει, <quote rend="expand">καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, τοὺς ὁρῶντας ὑμῖν μάρτυρας παρέξομαι,</quote> ἀντὶ τοῦ τοὺς ἑωρακότας. ὁποῖόν ἐστι καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἀνδρομέδᾳ, 
<lb/><quote rend="blockquote">ὁρῶ δὲ πρὸς τῆς παρθένου θοινάματα,</quote> 
<lb/>ἀντὶ τοῦ εἶδον. καὶ ὁ Θουκυδίδης, <quote rend="expand">οἱ μὲν πολλοὶ τῶν ἐνθάδε εἰρηκότων ἐπαινοῦσι τὸν προστιθέντα τῷ νόμῳ τὸν λόγον τόνδε,</quote> ἀντὶ τοῦ ἐπήνεδάν.</p></div><div type="textpart" subtype="section" n="48"><p rend="indent">Καὶ τὴν παρεμβολὴν εἰσάγει Καικίλιος σχῆμα λέξεως, κέχρηται δὲ παραδείγματι τῷ παρὰ Θουκυδίδῃ, <quote rend="expand">οἱ δὲ Κορίνθιοι προσκαθεζόμενοι (ἔστι δὲ ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν.</quote> καὶ ὁ Ἡρόδοτος, <quote rend="expand">Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω· τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων καὶ Παφλαγόνων ἐξίει πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον καλεόμενον <pb facs="219219004_0124"/> πόντον.</quote> ἐνταῦθα παρεμβέβληται τὰ τοῦ ποταμοῦ. καὶ Εὐριπίδης, 
<lb/><quote rend="blockquote">Δαναός, ὁ πεντήκοντα θυγατέρων πατήρ, 
<lb/>Νείλου λιπὼν κάλλιστον εὐκταίης ὕδωρ, 
<lb/>ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς 
<lb/>Αἰθιόπιδος γῆς, ἡνίκ᾽ ἂν τακῇ χιών, 
<lb/>τεθριππεύοντος ἡλίου κατ᾽ αἰθέρα, 
<lb/>ἐλθών κατ᾽ Ἄργος ᾤκισ’ Ἰνάχου πόλιν.</quote> 
<lb/>οἱ γὰρ τρεῖς περὶ τοῦ ποταμοῦ στίχοι περιττοί.</p></div></div></body></text></TEI>