Καὶ τὸ τῆς ἀφαιρέσεως σχῆμα ὁ Καικίλιος εἰσάγει· λέξεως γὰρ ἀφαίρεσιν τοῦτό φησι καὶ λέγει κεῖσθαι παρὰ τῷ Θουκυδίδῃ· φθείρατε γὰρ ἄνδρες Ἀθηναῖοι ἐφθαρμένοι εἰσὶ ἐτέταχα ὧν πεποίηνται καὶ εἴρηνται. Καὶ τὸ τῆς ἀλλοιώσεως σχῆμα εἰσάγει ὁ Καικίλιος, καί φησιν αὐτὴν γίνεσθαι κατ᾽ ὄνομα, καὶ πτώσεις, καὶ ἀριθμούς, καὶ πρόσωπα, καὶ χρόνους. καὶ ὀνόματα μὲν ἀλλοιοῦσιν ἀντὶ τοῦ ἄρρενος τὸ θῆλυ ἢ τὸ οὐδέτερον παραλαμβάνοντες, ἢ τῷ ἄρρενι ἀντ᾽ ἀμφοῖν χρώμενοι, κατὰ τὸ πληθυντικόν, οἷον παρὰ μὲν Θουκυδίδῃ, πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει, ἀντὶ τῶν Ἑλλήνων, καὶ τὸ φιλότιμον ἀγήρω μόνον, ἀντὶ τοῦ ἡ φιλοτιμία· οὐδέτερον γὰρ μετείληφεν ἀντὶ τοῦ θήλεος. περὶ δὲ τούς ἀριθμοὺς ἀλλοίωσις, ὡς παρ᾽ Εὐπόλιδι ἐν Δήμοις, ἅπασα γὰρ ποθουμένη κλεινὴ πόλις, καὶ παρὰ Δημοσθένει, ὑμεῖς ὦ βουλή. κατὰ δὲ τὰ πρόσωπα ἀλλοιώσεις, ὡς παρ᾽ αὐτῷ· τοῖς γὰρ δικασταῖς διαλεγόμενος μετατίθησιν ἑαυτὸν ἐπὶ τὸν ἀντίδικον, ὃς ὦ μιαρώτατε πάντων κεκλεισμένης σοι τῆς παρρησίας. καὶ πάλιν ἀπὸ τοῦ ἀντιδίκου μετάγει ἐπὶ τούς δικαστὰς λέγων, οἷον τῶν ἀνδρῶν τῶν ἀγαθῶν μέμνησαι, καὶ καλῶς ποιεῖς· οὐ μέντοι δίκαιόν ἐστιν, ὦ Ἀθηναῖοι . . . καὶ παρ᾽ Εύριπίδῃ, φεύγεις ἀποστραφείς με· τὰ δ᾽ Ἀγαμέμνονος φροῦδα· εἶτα μεταστρέφει τὸν λόγον ἐπὶ τὸν ἀποθανόντα, ἄφιλος ἦσθ᾽ ἄρ᾽, ὦ πάτερ, πράττων κακῶς. τοὺς δὲ χρόνους ἀλλοιοῦσιν, ὅταν τοῖς ἐνεστῶσιν ἀντὶ τῶν παρῳχημένων χρῶνται, οἷον παρὰ Δημοσθένει, καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, τοὺς ὁρῶντας ὑμῖν μάρτυρας παρέξομαι, ἀντὶ τοῦ τοὺς ἑωρακότας. ὁποῖόν ἐστι καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἀνδρομέδᾳ, ὁρῶ δὲ πρὸς τῆς παρθένου θοινάματα, ἀντὶ τοῦ εἶδον. καὶ ὁ Θουκυδίδης, οἱ μὲν πολλοὶ τῶν ἐνθάδε εἰρηκότων ἐπαινοῦσι τὸν προστιθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ἀντὶ τοῦ ἐπήνεδάν. Καὶ τὴν παρεμβολὴν εἰσάγει Καικίλιος σχῆμα λέξεως, κέχρηται δὲ παραδείγματι τῷ παρὰ Θουκυδίδῃ, οἱ δὲ Κορίνθιοι προσκαθεζόμενοι (ἔστι δὲ ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν. καὶ ὁ Ἡρόδοτος, Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω· τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων καὶ Παφλαγόνων ἐξίει πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον καλεόμενον πόντον. ἐνταῦθα παρεμβέβληται τὰ τοῦ ποταμοῦ. καὶ Εὐριπίδης, Δαναός, ὁ πεντήκοντα θυγατέρων πατήρ, Νείλου λιπὼν κάλλιστον εὐκταίης ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιόπιδος γῆς, ἡνίκ᾽ ἂν τακῇ χιών, τεθριππεύοντος ἡλίου κατ᾽ αἰθέρα, ἐλθών κατ᾽ Ἄργος ᾤκισ’ Ἰνάχου πόλιν. οἱ γὰρ τρεῖς περὶ τοῦ ποταμοῦ στίχοι περιττοί.